TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1019
Previous part

Chapter: 32 
Verse: 1    ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν.
Verse: 2    
καὶ ἔσται ἄνϑρωπος κρύπτων τοὺς λόγους αὐτοῦ καὶ κρυβήσεται ὡς ἀϕ' ὕδατος ϕερομένου· καὶ ϕανήσεται ἐν Σιων ὡς ποταμὸς ϕερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ.
Verse: 3    
καὶ οὐκέτι ἔσονται πεποιϑότες ἐπ' ἀνϑρώποις, ἀλλὰ τὰ ὦτα δώσουσιν ἀκούειν.
Verse: 4    
καὶ καρδία τῶν ἀσϑενούντων προσέξει τοῦ ἀκούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι ταχὺ μαϑήσονται λαλεῖν εἰρήνην.
Verse: 5    
καὶ οὐκέτι μὴ εἴπωσιν τῷ μωρῷ ἄρχειν, καὶ οὐκέτι μὴ εἴπωσιν οἱ ὑπηρέται σου Σίγα.
Verse: 6    
γὰρ μωρὸς μωρὰ λαλήσει, καὶ καρδία αὐτοῦ μάταια νοήσει τοῦ συντελεῖν ἄνομα καὶ λαλεῖν πρὸς κύριον πλάνησιν τοῦ διασπεῖραι ψυχὰς πεινώσας καὶ τὰς ψυχὰς τὰς διψώσας κενὰς ποιῆσαι.
Verse: 7    
γὰρ βουλὴ τῶν πονηρῶν ἄνομα βουλεύσεται καταϕϑεῖραι ταπεινοὺς ἐν λόγοις ἀδίκοις καὶ διασκεδάσαι λόγους ταπεινῶν ἐν κρίσει.
Verse: 8    
οἱ δὲ εὐσεβεῖς συνετὰ ἐβουλεύσαντο, καὶ αὕτη βουλὴ μενεῖ.
Verse: 9    
Γυναῖκες πλούσιαι, ἀνάστητε καὶ ἀκούσατε τῆς ϕωνῆς μου· ϑυγατέρες ἐν ἐλπίδι, ἀκούσατε τοὺς λόγους μου.
Verse: 10    
ἡμέρας ἐνιαυτοῦ μνείαν ποιήσασϑε ἐν ὀδύνῃ μετ' ἐλπίδος· ἀνήλωται τρύγητος, πέπαυται σπόρος καὶ οὐκέτι μὴ ἔλϑῃ.
Verse: 11    
ἔκστητε, λυπήϑητε, αἱ πεποιϑυῖαι, ἐκδύσασϑε, γυμναὶ γένεσϑε, περιζώσασϑε σάκκους τὰς ὀσϕύας
Verse: 12    
καὶ ἐπὶ τῶν μαστῶν κόπτεσϑε ἀπὸ ἀγροῦ ἐπιϑυμήματος καὶ ἀμπέλου γενήματος.
Verse: 13    
γῆ τοῦ λαοῦ μου ἄκανϑα καὶ χόρτος ἀναβήσεται, καὶ ἐκ πάσης οἰκίας εὐϕροσύνη ἀρϑήσεται· πόλις πλουσία,
Verse: 14    
οἶκοι ἐγκαταλελειμμένοι πλοῦτον πόλεως καὶ οἴκους ἐπιϑυμητοὺς ἀϕήσουσιν· καὶ ἔσονται αἱ κῶμαι σπήλαια ἕως τοῦ αἰῶνος, εὐϕροσύνη ὄνων ἀγρίων, βοσκήματα ποιμένων,
Verse: 15    
ἕως ἂν ἐπέλϑῃ ἐϕ' ὑμᾶς πνεῦμα ἀϕ' ὑψηλοῦ. καὶ ἔσται ἔρημος Χερμελ, καὶ Χερμελ εἰς δρυμὸν λογισϑήσεται.
Verse: 16    
καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρίμα, καὶ δικαιοσύνη ἐν τῷ Καρμήλῳ κατοικήσει·
Verse: 17    
καὶ ἔσται τὰ ἔργα τῆς δικαιοσύνης εἰρήνη, καὶ κρατήσει δικαιοσύνη ἀνάπαυσιν, καὶ πεποιϑότες ἕως τοῦ αἰῶνος·
Verse: 18    
καὶ κατοικήσει λαὸς αὐτοῦ ἐν πόλει εἰρήνης καὶ ἐνοικήσει πεποιϑώς, καὶ ἀναπαύσονται μετὰ πλούτου.
Verse: 19    
δὲ χάλαζα ἐὰν καταβῇ, οὐκ ἐϕ' ὑμᾶς ἥξει. καὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τοῖς δρυμοῖς πεποιϑότες ὡς οἱ ἐν τῇ πεδινῇ.
Verse: 20    
μακάριοι οἱ σπείροντες ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.