TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 102
Previous part

Chapter: 12 
Verse: 1    Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 2    
Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς Γυνή, ἥτις ἐὰν σπερματισϑῇ καὶ τέκῃ ἄρσεν, καὶ ἀκάϑαρτος ἔσται ἑπτὰ ἡμέρας, κατὰ τὰς ἡμέρας τοῦ χωρισμοῦ τῆς ἀϕέδρου αὐτῆς ἀκάϑαρτος ἔσται·
Verse: 3    
καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ περιτεμεῖ τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ·
Verse: 4    
καὶ τριάκοντα ἡμέρας καὶ τρεῖς καϑήσεται ἐν αἵματι ἀκαϑάρτῳ αὐτῆς, παντὸς ἁγίου οὐχ ἅψεται καὶ εἰς τὸ ἁγιαστήριον οὐκ εἰσελεύσεται, ἕως ἂν πληρωϑῶσιν αἱ ἡμέραι καϑάρσεως αὐτῆς.
Verse: 5    
ἐὰν δὲ ϑῆλυ τέκῃ, καὶ ἀκάϑαρτος ἔσται δὶς ἑπτὰ ἡμέρας κατὰ τὴν ἄϕεδρον· καὶ ἑξήκοντα ἡμέρας καὶ ἓξ καϑεσϑήσεται ἐν αἵματι ἀκαϑάρτῳ αὐτῆς.
Verse: 6    
καὶ ὅταν ἀναπληρωϑῶσιν αἱ ἡμέραι καϑάρσεως αὐτῆς ἐϕ' υἱῷ ἐπὶ ϑυγατρί, προσοίσει ἀμνὸν ἐνιαύσιον ἄμωμον εἰς ὁλοκαύτωμα καὶ νεοσσὸν περιστερᾶς τρυγόνα περὶ ἁμαρτίας ἐπὶ τὴν ϑύραν τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα,
Verse: 7    
καὶ προσοίσει ἔναντι κυρίου καὶ ἐξιλάσεται περὶ αὐτῆς ἱερεὺς καὶ καϑαριεῖ αὐτὴν ἀπὸ τῆς πηγῆς τοῦ αἵματος αὐτῆς. οὗτος νόμος τῆς τικτούσης ἄρσεν ϑῆλυ.
Verse: 8    
ἐὰν δὲ μὴ εὑρίσκῃ χεὶρ αὐτῆς τὸ ἱκανὸν εἰς ἀμνόν, καὶ λήμψεται δύο τρυγόνας δύο νεοσσοὺς περιστερῶν, μίαν εἰς ὁλοκαύτωμα καὶ μίαν περὶ ἁμαρτίας, καὶ ἐξιλάσεται περὶ αὐτῆς ἱερεύς, καὶ καϑαρισϑήσεται.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.