TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1024
Previous part

Chapter: 37 
Verse: 1    καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα Εζεκιαν ἔσχισεν τὰ ἱμάτια καὶ σάκκον περιεβάλετο καὶ ἀνέβη εἰς τὸν οἶκον κυρίου.
Verse: 2    
καὶ ἀπέστειλεν Ελιακιμ τὸν οἰκονόμον καὶ Σομναν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους πρὸς Ησαιαν υἱὸν Αμως τὸν προϕήτην,
Verse: 3    
καὶ εἶπαν αὐτῷ Τάδε λέγει Εζεκιας ῾Ημέρα ϑλίψεως καὶ ὀνειδισμοῦ καὶ ἐλεγμοῦ καὶ ὀργῆς σήμερον ἡμέρα, ὅτι ἥκει ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν.
Verse: 4    
εἰσακούσαι κύριος ϑεός σου τοὺς λόγους Ραψακου, οὓς ἀπέστειλεν βασιλεὺς ᾽Ασσυρίων ὀνειδίζειν ϑεὸν ζῶντα καὶ ὀνειδίζειν λόγους, οὓς ἤκουσεν κύριος ϑεός σου· καὶ δεηϑήσῃ πρὸς κύριον τὸν ϑεόν σου περὶ τῶν καταλελειμμένων τούτων.
Verse: 5    
καὶ ἦλϑον οἱ παῖδες τοῦ βασιλέως πρὸς Ησαιαν,
Verse: 6    
καὶ εἶπεν αὐτοῖς Ησαιας Οὕτως ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν Τάδε λέγει κύριος Μὴ ϕοβηϑῇς ἀπὸ τῶν λόγων, ὧν ἤκουσας, οὓς ὠνείδισάν με οἱ πρέσβεις βασιλέως ᾽Ασσυρίων·
Verse: 7    
ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς αὐτὸν πνεῦμα, καὶ ἀκούσας ἀγγελίαν ἀποστραϕήσεται εἰς τὴν χώραν αὐτοῦ καὶ πεσεῖται μαχαίρᾳ ἐν τῇ γῇ αὐτοῦ.
Verse: 8    
Καὶ ἀπέστρεψεν Ραψακης καὶ κατέλαβεν πολιορκοῦντα τὸν βασιλέα Λομναν. καὶ ἤκουσεν βασιλεὺς ᾽Ασσυρίων ὅτι
Verse: 9    
ἐξῆλϑεν Θαρακα βασιλεὺς Αἰϑιόπων πολιορκῆσαι αὐτόν· καὶ ἀκούσας ἀπέστρεψεν καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Εζεκιαν λέγων
Verse: 10    
Οὕτως ἐρεῖτε Εζεκια βασιλεῖ τῆς Ιουδαίας Μή σε ἀπατάτω ϑεός σου, ἐϕ' πεποιϑὼς εἶ ἐπ' αὐτῷ λέγων Οὐ μὴ παραδοϑῇ Ιερουσαλημ εἰς χεῖρας βασιλέως ᾽Ασσυρίων.
Verse: 11    
οὐκ ἤκουσας ἐποίησαν βασιλεῖς ᾽Ασσυρίων πᾶσαν τὴν γῆν ὡς ἀπώλεσαν;
Verse: 12    
μὴ ἐρρύσαντο αὐτοὺς οἱ ϑεοὶ τῶν ἐϑνῶν, οὓς οἱ πατέρες μου ἀπώλεσαν, τήν τε Γωζαν καὶ Χαρραν καὶ Ραϕες, αἵ εἰσιν ἐν χώρᾳ Θεμαδ;
Verse: 13    
ποῦ εἰσιν οἱ βασιλεῖς Αιμαϑ καὶ Αρϕαϑ καὶ πόλεως Σεπϕαριμ, Αναγ, Ουγαυα;
Verse: 14    
καὶ ἔλαβεν Εζεκιας τὸ βιβλίον παρὰ τῶν ἀγγέλων καὶ ἤνοιξεν αὐτὸ ἐναντίον κυρίου,
Verse: 15    
καὶ προσεύξατο Εζεκιας πρὸς κύριον λέγων
Verse: 16    
Κύριε σαβαωϑ ϑεὸς Ισραηλ καϑήμενος ἐπὶ τῶν χερουβιν, σὺ ϑεὸς μόνος εἶ πάσης βασιλείας τῆς οἰκουμένης, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν.
Verse: 17    
εἰσάκουσον, κύριε, εἴσβλεψον, κύριε, καὶ ἰδὲ τοὺς λόγους, οὓς ἀπέστειλεν Σενναχηριμ ὀνειδίζειν ϑεὸν ζῶντα.
Verse: 18    
ἐπ' ἀληϑείας γὰρ ἠρήμωσαν βασιλεῖς ᾽Ασσυρίων τὴν οἰκουμένην ὅλην καὶ τὴν χώραν αὐτῶν
Verse: 19    
καὶ ἐνέβαλον τὰ εἴδωλα αὐτῶν εἰς τὸ πῦρ, οὐ γὰρ ϑεοὶ ἦσαν ἀλλὰ ἔργα χειρῶν ἀνϑρώπων, ξύλα καὶ λίϑοι, καὶ ἀπώλεσαν αὐτούς.
Verse: 20    
σὺ δέ, κύριε ϑεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ἵνα γνῷ πᾶσα βασιλεία τῆς γῆς ὅτι σὺ εἶ ϑεὸς μόνος.
Verse: 21    
Καὶ ἀπεστάλη Ησαιας υἱὸς Αμως πρὸς Εζεκιαν καὶ εἶπεν αὐτῷ Τάδε λέγει κύριος ϑεὸς Ισραηλ ῎Ηκουσα προσηύξω πρός με περὶ Σενναχηριμ βασιλέως ᾽Ασσυρίων.
Verse: 22    
οὗτος λόγος, ὃν ἐλάλησεν περὶ αὐτοῦ ϑεός ᾽Εϕαύλισέν σε καὶ ἐμυκτήρισέν σε παρϑένος ϑυγάτηρ Σιων, ἐπὶ σοὶ κεϕαλὴν ἐκίνησεν ϑυγάτηρ Ιερουσαλημ.
Verse: 23    
τίνα ὠνείδισας καὶ παρώξυνας; πρὸς τίνα ὕψωσας τὴν ϕωνήν σου; καὶ οὐκ ἦρας εἰς ὕψος τοὺς ὀϕϑαλμούς σου εἰς τὸν ἅγιον τοῦ Ισραηλ.
Verse: 24    
ὅτι δι' ἀγγέλων ὠνείδισας κύριον· σὺ γὰρ εἶπας Τῷ πλήϑει τῶν ἁρμάτων ἐγὼ ἀνέβην εἰς ὕψος ὀρέων καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ καὶ τὸ κάλλος τῆς κυπαρίσσου καὶ εἰσῆλϑον εἰς ὕψος μέρους τοῦ δρυμοῦ
Verse: 25    
καὶ ἔϑηκα γέϕυραν καὶ ἠρήμωσα ὕδατα καὶ πᾶσαν συναγωγὴν ὕδατος.
Verse: 26    
οὐ ταῦτα ἤκουσας πάλαι, ἐγὼ ἐποίησα; ἐξ ἀρχαίων ἡμερῶν συνέταξα, νῦν δὲ ἐπέδειξα ἐξερημῶσαι ἔϑνη ἐν ὀχυροῖς καὶ ἐνοικοῦντας ἐν πόλεσιν ὀχυραῖς·
Verse: 27    
ἀνῆκα τὰς χεῖρας, καὶ ἐξηράνϑησαν καὶ ἐγένοντο ὡς χόρτος ξηρὸς ἐπὶ δωμάτων καὶ ὡς ἄγρωστις.
Verse: 28    
νῦν δὲ τὴν ἀνάπαυσίν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἐγὼ ἐπίσταμαι·
Verse: 29    
δὲ ϑυμός σου, ὃν ἐϑυμώϑης, καὶ πικρία σου ἀνέβη πρός με, καὶ ἐμβαλῶ ϕιμὸν εἰς τὴν ῥῖνά σου καὶ χαλινὸν εἰς τὰ χείλη σου καὶ ἀποστρέψω σε τῇ ὁδῷ, ἦλϑες ἐν αὐτῇ.
Verse: 30    
τοῦτο δέ σοι τὸ σημεῖον· ϕάγε τοῦτον τὸν ἐνιαυτὸν ἔσπαρκας, τῷ δὲ ἐνιαυτῷ τῷ δευτέρῳ τὸ κατάλειμμα, τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε καὶ ϕυτεύσατε ἀμπελῶνας καὶ ϕάγεσϑε τὸν καρπὸν αὐτῶν.
Verse: 31    
καὶ ἔσονται οἱ καταλελειμμένοι ἐν τῇ Ιουδαίᾳ ϕυήσουσιν ῥίζαν κάτω καὶ ποιήσουσιν σπέρμα ἄνω.
Verse: 32    
ὅτι ἐξ Ιερουσαλημ ἐξελεύσονται οἱ καταλελειμμένοι καὶ οἱ σῳζόμενοι ἐξ ὄρους Σιων· ζῆλος κυρίου σαβαωϑ ποιήσει ταῦτα.
Verse: 33    
διὰ τοῦτο οὕτως λέγει κύριος ἐπὶ βασιλέα ᾽Ασσυρίων Οὐ μὴ εἰσέλϑῃ εἰς τὴν πόλιν ταύτην οὐδὲ μὴ βάλῃ ἐπ' αὐτὴν βέλος οὐδὲ μὴ ἐπιβάλῃ ἐπ' αὐτὴν ϑυρεὸν οὐδὲ μὴ κυκλώσῃ ἐπ' αὐτὴν χάρακα,
Verse: 34    
ἀλλὰ τῇ ὁδῷ, ἦλϑεν, ἐν αὐτῇ ἀποστραϕήσεται· τάδε λέγει κύριος.
Verse: 35    
ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν δι' ἐμὲ καὶ διὰ Δαυιδ τὸν παῖδά μου.
Verse: 36    
Καὶ ἐξῆλϑεν ἄγγελος κυρίου καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν ᾽Ασσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας, καὶ ἐξαναστάντες τὸ πρωὶ εὗρον πάντα τὰ σώματα νεκρά.
Verse: 37    
καὶ ἀποστραϕεὶς ἀπῆλϑεν βασιλεὺς ᾽Ασσυρίων καὶ ᾤκησεν ἐν Νινευη.
Verse: 38    
καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν τῷ οἴκῳ Νασαραχ τὸν παταχρον αὐτοῦ, Αδραμελεχ καὶ Σαρασαρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν μαχαίραις, αὐτοὶ δὲ διεσώϑησαν εἰς ᾽Αρμενίαν· καὶ ἐβασίλευσεν Ασορδαν υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.