TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1029
Previous part

Chapter: 42 
Verse: 1    Ιακωβ παῖς μου, ἀντιλήμψομαι αὐτοῦ· Ισραηλ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ψυχή μου· ἔδωκα τὸ πνεῦμά μου ἐπ' αὐτόν, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει.
Verse: 2    
οὐ κεκράξεται οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ϕωνὴ αὐτοῦ.
Verse: 3    
κάλαμον τεθλασμένον οὐ συντρίψει καὶ λίνον καπνιζόμενον οὐ σβέσει, ἀλλὰ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν.
Verse: 4    
ἀναλάμψει καὶ οὐ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.
Verse: 5    
οὕτως λέγει κύριος θεὸς ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν, στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν·
Verse: 6    
ἐγὼ κύριος θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς ϕῶς ἐθνῶν
Verse: 7    
ἀνοῖξαι ὀϕθαλμοὺς τυϕλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου ϕυλακῆς καθημένους ἐν σκότει.
Verse: 8    
ἐγὼ κύριος θεός, τοῦτό μού ἐστιν τὸ ὄνομα· τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς.
Verse: 9    
τὰ ἀπ' ἀρχῆς ἰδοὺ ἥκασιν, καὶ καινὰ ἐγὼ ἀναγγελῶ, καὶ πρὸ τοῦ ἀνατεῖλαι ἐδηλώθη ὑμῖν.
Verse: 10    
῾Υμνήσατε τῷ κυρίῳ ὕμνον καινόν, ἀρχὴ αὐτοῦ· δοξάζετε τὸ ὄνομα αὐτοῦ ἀπ' ἄκρου τῆς γῆς, οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν καὶ πλέοντες αὐτήν, αἱ νῆσοι καὶ οἱ κατοικοῦντες αὐτάς.
Verse: 11    
εὐϕράνθητι, ἔρημος καὶ αἱ κῶμαι αὐτῆς, ἐπαύλεις καὶ οἱ κατοικοῦντες Κηδαρ· εὐϕρανθήσονται οἱ κατοικοῦντες Πέτραν, ἀπ' ἄκρων τῶν ὀρέων βοήσουσιν·
Verse: 12    
δώσουσιν τῷ θεῷ δόξαν, τὰς ἀρετὰς αὐτοῦ ἐν ταῖς νήσοις ἀναγγελοῦσιν.
Verse: 13    
κύριος θεὸς τῶν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον, ἐπεγερεῖ ζῆλον καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος.
Verse: 14    
ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; ἐκαρτέρησα ὡς τίκτουσα, ἐκστήσω καὶ ξηρανῶ ἅμα.
Verse: 15    
καὶ θήσω ποταμοὺς εἰς νήσους καὶ ἕλη ξηρανῶ.
Verse: 16    
καὶ ἄξω τυϕλοὺς ἐν ὁδῷ, οὐκ ἔγνωσαν, καὶ τρίβους, οὓς οὐκ ᾔδεισαν, πατῆσαι ποιήσω αὐτούς· ποιήσω αὐτοῖς τὸ σκότος εἰς ϕῶς καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν· ταῦτα τὰ ῥήματα ποιήσω καὶ οὐκ ἐγκαταλείψω αὐτούς.
Verse: 17    
αὐτοὶ δὲ ἀπεστράϕησαν εἰς τὰ ὀπίσω· αἰσχύνθητε αἰσχύνην, οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς οἱ λέγοντες τοῖς χωνευτοῖς ῾Υμεῖς ἐστε θεοὶ ἡμῶν.
Verse: 18    
Οἱ κωϕοί, ἀκούσατε, καὶ οἱ τυϕλοί, ἀναβλέψατε ἰδεῖν.
Verse: 19    
καὶ τίς τυϕλὸς ἀλλ' οἱ παῖδές μου καὶ κωϕοὶ ἀλλ' οἱ κυριεύοντες αὐτῶν; καὶ ἐτυϕλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ.
Verse: 20    
εἴδετε πλεονάκις, καὶ οὐκ ἐϕυλάξασθε· ἠνοιγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε.
Verse: 21    
κύριος θεὸς ἐβούλετο ἵνα δικαιωθῇ καὶ μεγαλύνῃ αἴνεσιν. καὶ εἶδον,
Verse: 22    
καὶ ἐγένετο λαὸς πεπρονομευμένος καὶ διηρπασμένος· γὰρ παγὶς ἐν τοῖς ταμιείοις πανταχοῦ, καὶ ἐν οἴκοις ἅμα, ὅπου ἔκρυψαν αὐτούς, ἐγένοντο εἰς προνομήν, καὶ οὐκ ἦν ἐξαιρούμενος ἅρπαγμα, καὶ οὐκ ἦν λέγων ᾽Απόδος.
Verse: 23    
τίς ἐν ὑμῖν, ὃς ἐνωτιεῖται ταῦτα, εἰσακούσεται εἰς τὰ ἐπερχόμενα;
Verse: 24    
τίς ἔδωκεν εἰς διαρπαγὴν Ιακωβ καὶ Ισραηλ τοῖς προνομεύουσιν αὐτόν; οὐχὶ θεός, ἡμάρτοσαν αὐτῷ καὶ οὐκ ἐβούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι οὐδὲ ἀκούειν τοῦ νόμου αὐτοῦ;
Verse: 25    
καὶ ἐπήγαγεν ἐπ' αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, καὶ κατίσχυσεν αὐτοὺς πόλεμος καὶ οἱ συμϕλέγοντες αὐτοὺς κύκλῳ, καὶ οὐκ ἔγνωσαν ἕκαστος αὐτῶν οὐδὲ ἔθεντο ἐπὶ ψυχήν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.