TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1034
Previous part

Chapter: 47 
Verse: 1    Κατάβηθι κάθισον ἐπὶ τὴν γῆν, παρθένος θυγάτηρ Βαβυλῶνος, εἴσελθε εἰς τὸ σκότος, θυγάτηρ Χαλδαίων, ὅτι οὐκέτι προστεθήσῃ κληθῆναι ἁπαλὴ καὶ τρυϕερά.
Verse: 2    
λαβὲ μύλον, ἄλεσον ἄλευρον, ἀποκάλυψαι τὸ κατακάλυμμά σου, ἀνακάλυψαι τὰς πολιάς, ἀνάσυραι τὰς κνήμας, διάβηθι ποταμούς·
Verse: 3    
ἀνακαλυϕθήσεται αἰσχύνη σου, ϕανήσονται οἱ ὀνειδισμοί σου· τὸ δίκαιον ἐκ σοῦ λήμψομαι, οὐκέτι μὴ παραδῶ ἀνθρώποις.
Verse: 4    
εἶπεν ῥυσάμενός σε κύριος σαβαωθ ὄνομα αὐτῷ ἅγιος Ισραηλ
Verse: 5    
Κάθισον κατανενυγμένη, εἴσελθε εἰς τὸ σκότος, θυγάτηρ Χαλδαίων, οὐκέτι μὴ κληθῇς ἰσχὺς βασιλείας.
Verse: 6    
παρωξύνθην ἐπὶ τῷ λαῷ μου, ἐμίανας τὴν κληρονομίαν μου· ἐγὼ ἔδωκα εἰς τὴν χεῖρά σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος, τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν σϕόδρα.
Verse: 7    
καὶ εἶπας Εἰς τὸν αἰῶνα ἔσομαι ἄρχουσα· οὐκ ἐνόησας ταῦτα ἐν τῇ καρδίᾳ σου οὐδὲ ἐμνήσθης τὰ ἔσχατα.
Verse: 8    
νῦν δὲ ἄκουσον ταῦτα, τρυϕερὰ καθημένη πεποιθυῖα λέγουσα ἐν τῇ καρδίᾳ αὐτῆς ᾽Εγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα· οὐ καθιῶ χήρα οὐδὲ γνώσομαι ὀρϕανείαν.
Verse: 9    
νῦν δὲ ἥξει ἐξαίϕνης ἐπὶ σὲ τὰ δύο ταῦτα ἐν μιᾷ ἡμέρᾳ· χηρεία καὶ ἀτεκνία ἥξει ἐξαίϕνης ἐπὶ σὲ ἐν τῇ ϕαρμακείᾳ σου ἐν τῇ ἰσχύι τῶν ἐπαοιδῶν σου σϕόδρα
Verse: 10    
τῇ ἐλπίδι τῆς πονηρίας σου. σὺ γὰρ εἶπας ᾽Εγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα. γνῶθι ὅτι σύνεσις τούτων καὶ πορνεία σου ἔσται σοι αἰσχύνη. καὶ εἶπας τῇ καρδίᾳ σου ᾽Εγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα.
Verse: 11    
καὶ ἥξει ἐπὶ σὲ ἀπώλεια, καὶ οὐ μὴ γνῷς, βόθυνος, καὶ ἐμπεσῇ εἰς αὐτόν· καὶ ἥξει ἐπὶ σὲ ταλαιπωρία, καὶ οὐ μὴ δυνήσῃ καθαρὰ γενέσθαι· καὶ ἥξει ἐπὶ σὲ ἐξαπίνης ἀπώλεια, καὶ οὐ μὴ γνῷς.
Verse: 12    
στῆθι νῦν ἐν ταῖς ἐπαοιδαῖς σου καὶ τῇ πολλῇ ϕαρμακείᾳ σου, ἐμάνθανες ἐκ νεότητός σου, εἰ δυνήσῃ ὠϕεληθῆναι.
Verse: 13    
κεκοπίακας ἐν ταῖς βουλαῖς σου· στήτωσαν καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, οἱ ὁρῶντες τοὺς ἀστέρας ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι.
Verse: 14    
ἰδοὺ πάντες ὡς ϕρύγανα ἐπὶ πυρὶ κατακαήσονται καὶ οὐ μὴ ἐξέλωνται τὴν ψυχὴν αὐτῶν ἐκ ϕλογός· ὅτι ἔχεις ἄνθρακας πυρός, κάθισαι ἐπ' αὐτούς.
Verse: 15    
οὗτοι ἔσονταί σοι βοήθεια, ἐκοπίασας ἐν τῇ μεταβολῇ σου ἐκ νεότητος, ἄνθρωπος καθ' ἑαυτὸν ἐπλανήθη, σοὶ δὲ οὐκ ἔσται σωτηρία.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.