TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1037
Chapter: 50
Verse: 1
Οὕτως
λέγει
κύριος
Ποῖον
τὸ
βιβλίον
τοῦ
ἀποστασίου
τῆς
μητρὸς
ὑμῶν
,
ᾧ
ἐξαπέστειλα
αὐτήν
;
ἢ
τίνι
ὑπόχρεῳ
πέπρακα
ὑμᾶς
;
ἰδοὺ
ταῖς
ἁμαρτίαις
ὑμῶν
ἐπράθητε
,
καὶ
ταῖς
ἀνομίαις
ὑμῶν
ἐξαπέστειλα
τὴν
μητέρα
ὑμῶν
.
Verse: 2
τί
ὅτι
ἦλθον
καὶ
οὐκ
ἦν
ἄνθρωπος
;
ἐκάλεσα
καὶ
οὐκ
ἦν
ὁ
ὑπακούων
;
μὴ
οὐκ
ἰσχύει
ἡ
χείρ
μου
τοῦ
ῥύσασθαι
;
ἢ
οὐκ
ἰσχύω
τοῦ
ἐξελέσθαι
;
ἰδοὺ
τῇ
ἀπειλῇ
μου
ἐξερημώσω
τὴν
θάλασσαν
καὶ
θήσω
ποταμοὺς
ἐρήμους
,
καὶ
ξηρανθήσονται
οἱ
ἰχθύες
αὐτῶν
ἀπὸ
τοῦ
μὴ
εἶναι
ὕδωρ
καὶ
ἀποθανοῦνται
ἐν
δίψει
.
Verse: 3
καὶ
ἐνδύσω
τὸν
οὐρανὸν
σκότος
καὶ
θήσω
ὡς
σάκκον
τὸ
περιβόλαιον
αὐτοῦ
.
Verse: 4
Κύριος
δίδωσίν
μοι
γλῶσσαν
παιδείας
τοῦ
γνῶναι
ἐν
καιρῷ
ἡνίκα
δεῖ
εἰπεῖν
λόγον
,
ἔθηκέν
μοι
πρωί
,
προσέθηκέν
μοι
ὠτίον
ἀκούειν
·
Verse: 5
καὶ
ἡ
παιδεία
κυρίου
ἀνοίγει
μου
τὰ
ὦτα
,
ἐγὼ
δὲ
οὐκ
ἀπειθῶ
οὐδὲ
ἀντιλέγω
.
Verse: 6
τὸν
νῶτόν
μου
δέδωκα
εἰς
μάστιγας
,
τὰς
δὲ
σιαγόνας
μου
εἰς
ῥαπίσματα
,
τὸ
δὲ
πρόσωπόν
μου
οὐκ
ἀπέστρεψα
ἀπὸ
αἰσχύνης
ἐμπτυσμάτων
·
Verse: 7
καὶ
κύριος
βοηθός
μου
ἐγενήθη
,
διὰ
τοῦτο
οὐκ
ἐνετράπην
,
ἀλλὰ
ἔθηκα
τὸ
πρόσωπόν
μου
ὡς
στερεὰν
πέτραν
καὶ
ἔγνων
ὅτι
οὐ
μὴ
αἰσχυνθῶ
.
Verse: 8
ὅτι
ἐγγίζει
ὁ
δικαιώσας
με
·
τίς
ὁ
κρινόμενός
μοι
;
ἀντιστήτω
μοι
ἅμα
·
καὶ
τίς
ὁ
κρινόμενός
μοι
;
ἐγγισάτω
μοι
.
Verse: 9
ἰδοὺ
κύριος
βοηθεῖ
μοι
·
τίς
κακώσει
με
;
ἰδοὺ
πάντες
ὑμεῖς
ὡς
ἱμάτιον
παλαιωθήσεσθε
,
καὶ
ὡς
σὴς
καταϕάγεται
ὑμᾶς
.
Verse: 10
Τίς
ἐν
ὑμῖν
ὁ
ϕοβούμενος
τὸν
κύριον
;
ἀκουσάτω
τῆς
ϕωνῆς
τοῦ
παιδὸς
αὐτοῦ
·
οἱ
πορευόμενοι
ἐν
σκότει
οὐκ
ἔστιν
αὐτοῖς
ϕῶς
,
πεποίθατε
ἐπὶ
τῷ
ὀνόματι
κυρίου
καὶ
ἀντιστηρίσασθε
ἐπὶ
τῷ
θεῷ
.
Verse: 11
ἰδοὺ
πάντες
ὑμεῖς
πῦρ
καίετε
καὶ
κατισχύετε
ϕλόγα
·
πορεύεσθε
τῷ
ϕωτὶ
τοῦ
πυρὸς
ὑμῶν
καὶ
τῇ
ϕλογί
,
ᾗ
ἐξεκαύσατε
·
δι
'
ἐμὲ
ἐγένετο
ταῦτα
ὑμῖν
,
ἐν
λύπῃ
κοιμηθήσεσθε
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.