TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1039
Previous part

Chapter: 52 
Verse: 1    ᾽Εξεγείρου ἐξεγείρου, Σιων, ἔνδυσαι τὴν ἰσχύν σου, Σιων, καὶ ἔνδυσαι τὴν δόξαν σου, Ιερουσαλημ πόλις ἁγία· οὐκέτι προστεθήσεται διελθεῖν διὰ σοῦ ἀπερίτμητος καὶ ἀκάθαρτος.
Verse: 2    
ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι κάθισον, Ιερουσαλημ· ἔκδυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου, αἰχμάλωτος θυγάτηρ Σιων.
Verse: 3    
ὅτι τάδε λέγει κύριος Δωρεὰν ἐπράθητε καὶ οὐ μετὰ ἀργυρίου λυτρωθήσεσθε.
Verse: 4    
οὕτως λέγει κύριος Εἰς Αἴγυπτον κατέβη λαός μου τὸ πρότερον παροικῆσαι ἐκεῖ, καὶ εἰς ᾽Ασσυρίους βίᾳ ἤχθησαν·
Verse: 5    
καὶ νῦν τί ὧδέ ἐστε; τάδε λέγει κύριος. ὅτι ἐλήμϕθη λαός μου δωρεάν, θαυμάζετε καὶ ὀλολύζετε· τάδε λέγει κύριος. δι' ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασϕημεῖται ἐν τοῖς ἔθνεσιν.
Verse: 6    
διὰ τοῦτο γνώσεται λαός μου τὸ ὄνομά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι ἐγώ εἰμι αὐτὸς λαλῶν· πάρειμι
Verse: 7    
ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά, ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου λέγων Σιων Βασιλεύσει σου θεός·
Verse: 8    
ὅτι ϕωνὴ τῶν ϕυλασσόντων σε ὑψώθη, καὶ τῇ ϕωνῇ ἅμα εὐϕρανθήσονται· ὅτι ὀϕθαλμοὶ πρὸς ὀϕθαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσῃ κύριος τὴν Σιων.
Verse: 9    
ῥηξάτω εὐϕροσύνην ἅμα τὰ ἔρημα Ιερουσαλημ, ὅτι ἠλέησεν κύριος αὐτὴν καὶ ἐρρύσατο Ιερουσαλημ.
Verse: 10    
καὶ ἀποκαλύψει κύριος τὸν βραχίονα αὐτοῦ τὸν ἅγιον ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ.
Verse: 11    
ἀπόστητε ἀπόστητε ἐξέλθατε ἐκεῖθεν καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, ἐξέλθατε ἐκ μέσου αὐτῆς ἀϕορίσθητε, οἱ ϕέροντες τὰ σκεύη κυρίου·
Verse: 12    
ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε οὐδὲ ϕυγῇ πορεύσεσθε, πορεύσεται γὰρ πρότερος ὑμῶν κύριος καὶ ἐπισυνάγων ὑμᾶς κύριος θεὸς Ισραηλ.
Verse: 13    
᾽Ιδοὺ συνήσει παῖς μου καὶ ὑψωθήσεται καὶ δοξασθήσεται σϕόδρα.
Verse: 14    
ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοί οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου καὶ δόξα σου ἀπὸ τῶν ἀνθρώπων ,
Verse: 15    
οὕτως θαυμάσονται ἔθνη πολλὰ ἐπ' αὐτῷ, καὶ συνέξουσιν βασιλεῖς τὸ στόμα αὐτῶν· ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασιν, συνήσουσιν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.