TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1043
Previous part

Chapter: 56 
Verse: 1    Τάδε λέγει κύριος Φυλάσσεσθε κρίσιν, ποιήσατε δικαιοσύνην· ἤγγισεν γὰρ τὸ σωτήριόν μου παραγίνεσθαι καὶ τὸ ἔλεός μου ἀποκαλυϕθῆναι.
Verse: 2    
μακάριος ἀνὴρ ποιῶν ταῦτα καὶ ἄνθρωπος ἀντεχόμενος αὐτῶν καὶ ϕυλάσσων τὰ σάββατα μὴ βεβηλοῦν καὶ διατηρῶν τὰς χεῖρας αὐτοῦ μὴ ποιεῖν ἀδίκημα.
Verse: 3    
μὴ λεγέτω ἀλλογενὴς προσκείμενος πρὸς κύριον ᾽Αϕοριεῖ με ἄρα κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ· καὶ μὴ λεγέτω εὐνοῦχος ὅτι ᾽Εγώ εἰμι ξύλον ξηρόν.
Verse: 4    
τάδε λέγει κύριος Τοῖς εὐνούχοις, ὅσοι ἂν ϕυλάξωνται τὰ σάββατά μου καὶ ἐκλέξωνται ἐγὼ θέλω καὶ ἀντέχωνται τῆς διαθήκης μου,
Verse: 5    
δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστὸν κρείττω υἱῶν καὶ θυγατέρων, ὄνομα αἰώνιον δώσω αὐτοῖς καὶ οὐκ ἐκλείψει.
Verse: 6    
καὶ τοῖς ἀλλογενέσι τοῖς προσκειμένοις κυρίῳ δουλεύειν αὐτῷ καὶ ἀγαπᾶν τὸ ὄνομα κυρίου τοῦ εἶναι αὐτῷ εἰς δούλους καὶ δούλας καὶ πάντας τοὺς ϕυλασσομένους τὰ σάββατά μου μὴ βεβηλοῦν καὶ ἀντεχομένους τῆς διαθήκης μου,
Verse: 7    
εἰσάξω αὐτοὺς εἰς τὸ ὄρος τὸ ἅγιόν μου καὶ εὐϕρανῶ αὐτοὺς ἐν τῷ οἴκῳ τῆς προσευχῆς μου· τὰ ὁλοκαυτώματα αὐτῶν καὶ αἱ θυσίαι αὐτῶν ἔσονται δεκταὶ ἐπὶ τοῦ θυσιαστηρίου μου· γὰρ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν,
Verse: 8    
εἶπεν κύριος συνάγων τοὺς διεσπαρμένους Ισραηλ, ὅτι συνάξω ἐπ' αὐτὸν συναγωγήν.
Verse: 9    
Πάντα τὰ θηρία τὰ ἄγρια, δεῦτε ϕάγετε, πάντα τὰ θηρία τοῦ δρυμοῦ.
Verse: 10    
ἴδετε ὅτι πάντες ἐκτετύϕλωνται, οὐκ ἔγνωσαν ϕρονῆσαι, πάντες κύνες ἐνεοί, οὐ δυνήσονται ὑλακτεῖν, ἐνυπνιαζόμενοι κοίτην, ϕιλοῦντες νυστάξαι.
Verse: 11    
καὶ οἱ κύνες ἀναιδεῖς τῇ ψυχῇ, οὐκ εἰδότες πλησμονήν· καί εἰσιν πονηροὶ οὐκ εἰδότες σύνεσιν, πάντες ἐν ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούθησαν, ἕκαστος κατὰ τὸ ἑαυτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.