TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1045
Chapter: 58
Verse: 1
᾽Αναβόησον
ἐν
ἰσχύι
καὶ
μὴ
ϕείσῃ
,
ὡς
σάλπιγγα
ὕψωσον
τὴν
ϕωνήν
σου
καὶ
ἀνάγγειλον
τῷ
λαῷ
μου
τὰ
ἁμαρτήματα
αὐτῶν
καὶ
τῷ
οἴκῳ
Ιακωβ
τὰς
ἀνομίας
αὐτῶν
.
Verse: 2
ἐμὲ
ἡμέραν
ἐξ
ἡμέρας
ζητοῦσιν
καὶ
γνῶναί
μου
τὰς
ὁδοὺς
ἐπιθυμοῦσιν
·
ὡς
λαὸς
δικαιοσύνην
πεποιηκὼς
καὶ
κρίσιν
θεοῦ
αὐτοῦ
μὴ
ἐγκαταλελοιπὼς
αἰτοῦσίν
με
νῦν
κρίσιν
δικαίαν
καὶ
ἐγγίζειν
θεῷ
ἐπιθυμοῦσιν
Verse: 3
λέγοντες
Τί
ὅτι
ἐνηστεύσαμεν
καὶ
οὐκ
εἶδες
;
ἐταπεινώσαμεν
τὰς
ψυχὰς
ἡμῶν
καὶ
οὐκ
ἔγνως
;
ἐν
γὰρ
ταῖς
ἡμέραις
τῶν
νηστειῶν
ὑμῶν
εὑρίσκετε
τὰ
θελήματα
ὑμῶν
καὶ
πάντας
τοὺς
ὑποχειρίους
ὑμῶν
ὑπονύσσετε
.
Verse: 4
εἰ
εἰς
κρίσεις
καὶ
μάχας
νηστεύετε
καὶ
τύπτετε
πυγμαῖς
ταπεινόν
,
ἵνα
τί
μοι
νηστεύετε
ὡς
σήμερον
ἀκουσθῆναι
ἐν
κραυγῇ
τὴν
ϕωνὴν
ὑμῶν
;
Verse: 5
οὐ
ταύτην
τὴν
νηστείαν
ἐξελεξάμην
καὶ
ἡμέραν
ταπεινοῦν
ἄνθρωπον
τὴν
ψυχὴν
αὐτοῦ
·
οὐδ
'
ἂν
κάμψῃς
ὡς
κρίκον
τὸν
τράχηλόν
σου
καὶ
σάκκον
καὶ
σποδὸν
ὑποστρώσῃ
,
οὐδ
'
οὕτως
καλέσετε
νηστείαν
δεκτήν
.
Verse: 6
οὐχὶ
τοιαύτην
νηστείαν
ἐγὼ
ἐξελεξάμην
,
λέγει
κύριος
,
ἀλλὰ
λῦε
πάντα
σύνδεσμον
ἀδικίας
,
διάλυε
στραγγαλιὰς
βιαίων
συναλλαγμάτων
,
ἀπόστελλε
τεθραυσμένους
ἐν
ἀϕέσει
καὶ
πᾶσαν
συγγραϕὴν
ἄδικον
διάσπα
·
Verse: 7
διάθρυπτε
πεινῶντι
τὸν
ἄρτον
σου
καὶ
πτωχοὺς
ἀστέγους
εἴσαγε
εἰς
τὸν
οἶκόν
σου
·
ἐὰν
ἴδῃς
γυμνόν
,
περίβαλε
,
καὶ
ἀπὸ
τῶν
οἰκείων
τοῦ
σπέρματός
σου
οὐχ
ὑπερόψῃ
.
Verse: 8
τότε
ῥαγήσεται
πρόιμον
τὸ
ϕῶς
σου
,
καὶ
τὰ
ἰάματά
σου
ταχὺ
ἀνατελεῖ
,
καὶ
προπορεύσεται
ἔμπροσθέν
σου
ἡ
δικαιοσύνη
σου
,
καὶ
ἡ
δόξα
τοῦ
θεοῦ
περιστελεῖ
σε
·
Verse: 9
τότε
βοήσῃ
,
καὶ
ὁ
θεὸς
εἰσακούσεταί
σου
·
ἔτι
λαλοῦντός
σου
ἐρεῖ
᾽Ιδοὺ
πάρειμι
.
ἐὰν
ἀϕέλῃς
ἀπὸ
σοῦ
σύνδεσμον
καὶ
χειροτονίαν
καὶ
ῥῆμα
γογγυσμοῦ
Verse: 10
καὶ
δῷς
πεινῶντι
τὸν
ἄρτον
ἐκ
ψυχῆς
σου
καὶ
ψυχὴν
τεταπεινωμένην
ἐμπλήσῃς
,
τότε
ἀνατελεῖ
ἐν
τῷ
σκότει
τὸ
ϕῶς
σου
,
καὶ
τὸ
σκότος
σου
ὡς
μεσημβρία
.
Verse: 11
καὶ
ἔσται
ὁ
θεός
σου
μετὰ
σοῦ
διὰ
παντός
·
καὶ
ἐμπλησθήσῃ
καθάπερ
ἐπιθυμεῖ
ἡ
ψυχή
σου
,
καὶ
τὰ
ὀστᾶ
σου
πιανθήσεται
,
καὶ
ἔσῃ
ὡς
κῆπος
μεθύων
καὶ
ὡς
πηγὴ
ἣν
μὴ
ἐξέλιπεν
ὕδωρ
,
καὶ
τὰ
ὀστᾶ
σου
ὡς
βοτάνη
ἀνατελεῖ
καὶ
πιανθήσεται
,
καὶ
κληρονομήσουσι
γενεὰς
γενεῶν
.
Verse: 12
καὶ
οἰκοδομηθήσονταί
σου
αἱ
ἔρημοι
αἰώνιοι
,
καὶ
ἔσται
σου
τὰ
θεμέλια
αἰώνια
γενεῶν
γενεαῖς
·
καὶ
κληθήσῃ
Οἰκοδόμος
ϕραγμῶν
,
καὶ
τοὺς
τρίβους
τοὺς
ἀνὰ
μέσον
παύσεις
.
Verse: 13
ἐὰν
ἀποστρέψῃς
τὸν
πόδα
σου
ἀπὸ
τῶν
σαββάτων
τοῦ
μὴ
ποιεῖν
τὰ
θελήματά
σου
ἐν
τῇ
ἡμέρᾳ
τῇ
ἁγίᾳ
καὶ
καλέσεις
τὰ
σάββατα
τρυϕερά
,
ἅγια
τῷ
θεῷ
σου
,
οὐκ
ἀρεῖς
τὸν
πόδα
σου
ἐπ
'
ἔργῳ
οὐδὲ
λαλήσεις
λόγον
ἐν
ὀργῇ
ἐκ
τοῦ
στόματός
σου
,
Verse: 14
καὶ
ἔσῃ
πεποιθὼς
ἐπὶ
κύριον
,
καὶ
ἀναβιβάσει
σε
ἐπὶ
τὰ
ἀγαθὰ
τῆς
γῆς
καὶ
ψωμιεῖ
σε
τὴν
κληρονομίαν
Ιακωβ
τοῦ
πατρός
σου
·
τὸ
γὰρ
στόμα
κυρίου
ἐλάλησεν
ταῦτα
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.