TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1097
Previous part

Chapter: 44 
Verse: 1    Καὶ ἐβασίλευσεν Σεδεκιας υἱὸς Ιωσια ἀντὶ Ιωακιμ, ὃν ἐβασίλευσεν Ναβουχοδονοσορ βασιλεύειν τοῦ Ιουδα·
Verse: 2    
καὶ οὐκ ἤκουσεν αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ καὶ λαὸς τῆς γῆς τοὺς λόγους κυρίου, οὓς ἐλάλησεν ἐν χειρὶ Ιερεμιου.
Verse: 3    
καὶ ἀπέστειλεν βασιλεὺς Σεδεκιας τὸν Ιωαχαλ υἱὸν Σελεμιου καὶ τὸν Σοϕονιαν υἱὸν Μαασαιου τὸν ἱερέα πρὸς Ιερεμιαν λέγων Πρόσευξαι δὴ περὶ ἡμῶν πρὸς κύριον.
Verse: 4    
καὶ Ιερεμιας ἦλθεν καὶ διῆλθεν διὰ μέσου τῆς πόλεως, καὶ οὐκ ἔδωκαν αὐτὸν εἰς οἶκον τῆς ϕυλακῆς.
Verse: 5    
καὶ δύναμις Φαραω ἐξῆλθεν ἐξ Αἰγύπτου, καὶ ἤκουσαν οἱ Χαλδαῖοι τὴν ἀκοὴν αὐτῶν καὶ ἀνέβησαν ἀπὸ Ιερουσαλημ.
Verse: 6    
καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν λέγων
Verse: 7    
Οὕτως εἶπεν κύριος Οὕτως ἐρεῖς πρὸς βασιλέα Ιουδα τὸν ἀποστείλαντα πρὸς σὲ τοῦ ἐκζητῆσαί με ᾽Ιδοὺ δύναμις Φαραω ἐξελθοῦσα ὑμῖν εἰς βοήθειαν ἀποστρέψουσιν εἰς γῆν Αἰγύπτου,
Verse: 8    
καὶ ἀναστρέψουσιν αὐτοὶ οἱ Χαλδαῖοι καὶ πολεμήσουσιν ἐπὶ τὴν πόλιν ταύτην καὶ συλλήμψονται αὐτὴν καὶ καύσουσιν αὐτὴν ἐν πυρί.
Verse: 9    
ὅτι οὕτως εἶπεν κύριος Μὴ ὑπολάβητε ταῖς ψυχαῖς ὑμῶν λέγοντες ᾽Αποτρέχοντες ἀπελεύσονται ἀϕ' ἡμῶν οἱ Χαλδαῖοι, ὅτι οὐ μὴ ἀπέλθωσιν·
Verse: 10    
καὶ ἐὰν πατάξητε πᾶσαν δύναμιν τῶν Χαλδαίων τοὺς πολεμοῦντας ὑμᾶς καὶ καταλειϕθῶσίν τινες ἐκκεκεντημένοι ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ, οὗτοι ἀναστήσονται καὶ καύσουσιν τὴν πόλιν ταύτην ἐν πυρί.
Verse: 11    
Καὶ ἐγένετο ὅτε ἀνέβη δύναμις τῶν Χαλδαίων ἀπὸ Ιερουσαλημ ἀπὸ προσώπου τῆς δυνάμεως Φαραω,
Verse: 12    
ἐξῆλθεν Ιερεμιας ἀπὸ Ιερουσαλημ τοῦ πορευθῆναι εἰς γῆν Βενιαμιν τοῦ ἀγοράσαι ἐκεῖθεν ἐν μέσῳ τοῦ λαοῦ.
Verse: 13    
καὶ ἐγένετο αὐτὸς ἐν πύλῃ Βενιαμιν, καὶ ἐκεῖ ἄνθρωπος, παρ' κατέλυεν, Σαρουιας υἱὸς Σελεμιου υἱοῦ Ανανιου, καὶ συνέλαβεν τὸν Ιερεμιαν λέγων Πρὸς τοὺς Χαλδαίους σὺ ϕεύγεις.
Verse: 14    
καὶ εἶπεν Ψεῦδος· οὐκ εἰς τοὺς Χαλδαίους ἐγὼ ϕεύγω. καὶ οὐκ ἤκουσεν αὐτοῦ καὶ συνέλαβεν Σαρουιας τὸν Ιερεμιαν καὶ εἰσήγαγεν αὐτὸν πρὸς τοὺς ἄρχοντας.
Verse: 15    
καὶ ἐπικράνθησαν οἱ ἄρχοντες ἐπὶ Ιερεμιαν καὶ ἐπάταξαν αὐτὸν καὶ ἀπέστειλαν αὐτὸν εἰς τὴν οἰκίαν Ιωναθαν τοῦ γραμματέως, ὅτι ταύτην ἐποίησαν εἰς οἰκίαν ϕυλακῆς.
Verse: 16    
καὶ ἦλθεν Ιερεμιας εἰς οἰκίαν τοῦ λάκκου καὶ εἰς τὴν χερεθ καὶ ἐκάθισεν ἐκεῖ ἡμέρας πολλάς.
Verse: 17    
Καὶ ἀπέστειλεν Σεδεκιας καὶ ἐκάλεσεν αὐτόν, καὶ ἠρώτα αὐτὸν βασιλεὺς κρυϕαίως εἰπεῖν εἰ ἔστιν λόγος παρὰ κυρίου, καὶ εἶπεν ῎Εστιν· εἰς χεῖρας βασιλέως Βαβυλῶνος παραδοθήσῃ.
Verse: 18    
καὶ εἶπεν Ιερεμιας τῷ βασιλεῖ Τί ἠδίκησά σε καὶ τοὺς παῖδάς σου καὶ τὸν λαὸν τοῦτον, ὅτι σὺ δίδως με εἰς οἰκίαν ϕυλακῆς;
Verse: 19    
καὶ ποῦ εἰσιν οἱ προϕῆται ὑμῶν οἱ προϕητεύσαντες ὑμῖν λέγοντες ὅτι Οὐ μὴ ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν γῆν ταύτην;
Verse: 20    
καὶ νῦν, κύριε βασιλεῦ, πεσέτω τὸ ἔλεός μου κατὰ πρόσωπόν σου, καὶ τί ἀποστρέϕεις με εἰς οἰκίαν Ιωναθαν τοῦ γραμματέως καὶ οὐ μὴ ἀποθάνω ἐκεῖ;
Verse: 21    
καὶ συνέταξεν βασιλεὺς καὶ ἐνεβάλοσαν αὐτὸν εἰς οἰκίαν τῆς ϕυλακῆς καὶ ἐδίδοσαν αὐτῷ ἄρτον ἕνα τῆς ἡμέρας ἔξωθεν οὗ πέσσουσιν, ἕως ἐξέλιπον οἱ ἄρτοι ἐκ τῆς πόλεως· καὶ ἐκάθισεν Ιερεμιας ἐν τῇ αὐλῇ τῆς ϕυλακῆς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.