TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1118
Previous part

Chapter: 2 
Verse: 1    Καὶ εἶπεν πρός με Υἱὲ ἀνϑρώπου, στῆϑι ἐπὶ τοὺς πόδας σου, καὶ λαλήσω πρὸς σέ.
Verse: 2    
καὶ ἦλϑεν ἐπ' ἐμὲ πνεῦμα καὶ ἀνέλαβέν με καὶ ἐξῆρέν με καὶ ἔστησέν με ἐπὶ τοὺς πόδας μου, καὶ ἤκουον αὐτοῦ λαλοῦντος πρός με,
Verse: 3    
καὶ εἶπεν πρός με Υἱὲ ἀνϑρώπου, ἐξαποστέλλω ἐγώ σε πρὸς τὸν οἶκον τοῦ Ισραηλ τοὺς παραπικραίνοντάς με, οἵτινες παρεπίκρανάν με αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν ἕως τῆς σήμερον ἡμέρας,
Verse: 4    
καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος
Verse: 5    
᾽Εὰν ἄρα ἀκούσωσιν πτοηϑῶσιν διότι οἶκος παραπικραίνων ἐστίν , καὶ γνώσονται ὅτι προϕήτης εἶ σὺ ἐν μέσῳ αὐτῶν.
Verse: 6    
καὶ σύ, υἱὲ ἀνϑρώπου, μὴ ϕοβηϑῇς αὐτοὺς μηδὲ ἐκστῇς ἀπὸ προσώπου αὐτῶν, διότι παροιστρήσουσι καὶ ἐπισυστήσονται ἐπὶ σὲ κύκλῳ, καὶ ἐν μέσῳ σκορπίων σὺ κατοικεῖς· τοὺς λόγους αὐτῶν μὴ ϕοβηϑῇς καὶ ἀπὸ προσώπου αὐτῶν μὴ ἐκστῇς, διότι οἶκος παραπικραίνων ἐστίν.
Verse: 7    
καὶ λαλήσεις τοὺς λόγους μου πρὸς αὐτούς, ἐὰν ἄρα ἀκούσωσιν πτοηϑῶσιν, διότι οἶκος παραπικραίνων ἐστίν.
Verse: 8    
καὶ σύ, υἱὲ ἀνϑρώπου, ἄκουε τοῦ λαλοῦντος πρὸς σέ, μὴ γίνου παραπικραίνων καϑὼς οἶκος παραπικραίνων· χάνε τὸ στόμα σου καὶ ϕάγε ἐγὼ δίδωμί σοι.
Verse: 9    
καὶ εἶδον καὶ ἰδοὺ χεὶρ ἐκτεταμένη πρός με, καὶ ἐν αὐτῇ κεϕαλὶς βιβλίου·
Verse: 10    
καὶ ἀνείλησεν αὐτὴν ἐνώπιον ἐμοῦ, καὶ ἐν αὐτῇ γεγραμμένα ἦν τὰ ὄπισϑεν καὶ τὰ ἔμπροσϑεν, καὶ ἐγέγραπτο εἰς αὐτὴν ϑρῆνος καὶ μέλος καὶ οὐαί.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.