TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1167
Previous part

Book: Dan.S 
ΔΑΝΙΗΛ


Chapter: 1 
Verse: 1    ᾽Επὶ βασιλέως Ιωακιμ τῆς Ιουδαίας ἔτους τρίτου παραγενόμενος Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς Ιερουσαλημ ἐπολιόρκει αὐτήν.
Verse: 2    
καὶ παρέδωκεν αὐτὴν κύριος εἰς χεῖρας αὐτοῦ καὶ Ιωακιμ τὸν βασιλέα τῆς Ιουδαίας καὶ μέρος τι τῶν ἱερῶν σκευῶν τοῦ κυρίου, καὶ ἀπήνεγκεν αὐτὰ εἰς Βαβυλῶνα καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ εἰδωλίῳ αὐτοῦ.
Verse: 3    
καὶ εἶπεν βασιλεὺς Αβιεσδρι τῷ ἑαυτοῦ ἀρχιευνούχῳ ἀγαγεῖν αὐτῷ ἐκ τῶν υἱῶν τῶν μεγιστάνων τοῦ Ισραηλ καὶ ἐκ τοῦ βασιλικοῦ γένους καὶ ἐκ τῶν ἐπιλέκτων
Verse: 4    
νεανίσκους ἀμώμους καὶ εὐειδεῖς καὶ ἐπιστήμονας ἐν πάσῃ σοϕίᾳ καὶ γραμματικοὺς καὶ συνετοὺς καὶ σοϕοὺς καὶ ἰσχύοντας ὥστε εἶναι ἐν τῷ οἴκῳ τοῦ βασιλέως καὶ διδάξαι αὐτοὺς γράμματα καὶ διάλεκτον Χαλδαϊκὴν
Verse: 5    
καὶ δίδοσϑαι αὐτοῖς ἔκϑεσιν ἐκ τοῦ οἴκου τοῦ βασιλέως καϑ' ἑκάστην ἡμέραν καὶ ἀπὸ τῆς βασιλικῆς τραπέζης καὶ ἀπὸ τοῦ οἴνου, οὗ πίνει βασιλεύς, καὶ ἐκπαιδεῦσαι αὐτοὺς ἔτη τρία καὶ ἐκ τούτων στῆσαι ἔμπροσϑεν τοῦ βασιλέως.
Verse: 6    
καὶ ἦσαν ἐκ τοῦ γένους τῶν υἱῶν Ισραηλ τῶν ἀπὸ τῆς Ιουδαίας Δανιηλ, Ανανιας, Μισαηλ, Αζαριας.
Verse: 7    
καὶ ἐπέϑηκεν αὐτοῖς ἀρχιευνοῦχος ὀνόματα, τῷ μὲν Δανιηλ Βαλτασαρ, τῷ δὲ Ανανια Σεδραχ καὶ τῷ Μισαηλ Μισαχ καὶ τῷ Αζαρια Αβδεναγω.
Verse: 8    
καὶ ἐνεϑυμήϑη Δανιηλ ἐν τῇ καρδίᾳ ὅπως μὴ ἀλισγηϑῇ ἐν τῷ δείπνῳ τοῦ βασιλέως καὶ ἐν πίνει οἴνῳ, καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον ἵνα μὴ συμμολυνϑῇ.
Verse: 9    
καὶ ἔδωκε κύριος τῷ Δανιηλ τιμὴν καὶ χάριν ἐναντίον τοῦ ἀρχιευνούχου.
Verse: 10    
καὶ εἶπεν ἀρχιευνοῦχος τῷ Δανιηλ ᾽Αγωνιῶ τὸν κύριόν μου τὸν βασιλέα τὸν ἐκτάξαντα τὴν βρῶσιν ὑμῶν καὶ τὴν πόσιν ὑμῶν ἵνα μὴ ἴδῃ τὰ πρόσωπα ὑμῶν διατετραμμένα καὶ ἀσϑενῆ παρὰ τοὺς συντρεϕομένους ὑμῖν νεανίας τῶν ἀλλογενῶν, καὶ κινδυνεύσω τῷ ἰδίῳ τραχήλῳ.
Verse: 11    
καὶ εἶπεν Δανιηλ Αβιεσδρι τῷ ἀναδειχϑέντι ἀρχιευνούχῳ ἐπὶ τὸν Δανιηλ, Ανανιαν, Μισαηλ, Αζαριαν
Verse: 12    
Πείρασον δὴ τοὺς παῖδάς σου ἐϕ' ἡμέρας δέκα, καὶ δοϑήτω ἡμῖν ἀπὸ τῶν ὀσπρίων τῆς γῆς, ὥστε κάπτειν καὶ ὑδροποτεῖν·
Verse: 13    
καὶ ἐὰν ϕανῇ ὄψις ἡμῶν διατετραμμένη παρὰ τοὺς ἄλλους νεανίσκους τοὺς ἐσϑίοντας ἀπὸ τοῦ βασιλικοῦ δείπνου, καϑὼς ἐὰν ϑέλῃς οὕτω χρῆσαι τοῖς παισί σου.
Verse: 14    
καὶ ἐχρήσατο αὐτοῖς τὸν τρόπον τοῦτον καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα.
Verse: 15    
μετὰ δὲ τὰς δέκα ἡμέρας ἐϕάνη ὄψις αὐτῶν καλὴ καὶ ἕξις τοῦ σώματος κρείσσων τῶν ἄλλων νεανίσκων τῶν ἐσϑιόντων τὸ βασιλικὸν δεῖπνον.
Verse: 16    
καὶ ἦν Αβιεσδρι ἀναιρούμενος τὸ δεῖπνον αὐτῶν καὶ τὸν οἶνον αὐτῶν καὶ ἀντεδίδου αὐτοῖς ἀπὸ τῶν ὀσπρίων.
Verse: 17    
καὶ τοῖς νεανίσκοις ἔδωκεν κύριος ἐπιστήμην καὶ σύνεσιν καὶ ϕρόνησιν ἐν πάσῃ γραμματικῇ τέχνῃ· καὶ τῷ Δανιηλ ἔδωκε σύνεσιν ἐν παντὶ ῥήματι καὶ ὁράματι καὶ ἐνυπνίοις καὶ ἐν πάσῃ σοϕίᾳ.
Verse: 18    
μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπέταξεν βασιλεὺς εἰσαγαγεῖν αὐτούς, καὶ εἰσήχϑησαν ἀπὸ τοῦ ἀρχ[ι]ευνούχου πρὸς τὸν βασιλέα Ναβουχοδονοσορ.
Verse: 19    
καὶ ὡμίλησεν αὐτοῖς βασιλεύς, καὶ οὐχ εὑρέϑη ἐν τοῖς σοϕοῖς ὅμοιος τῷ Δανιηλ καὶ Ανανια καὶ Μισαηλ καὶ Αζαρια· καὶ ἦσαν παρὰ τῷ βασιλεῖ.
Verse: 20    
καὶ ἐν παντὶ λόγῳ καὶ συνέσει καὶ παιδείᾳ, ὅσα ἐζήτησε παρ' αὐτῶν βασιλεύς, κατέλαβεν αὐτοὺς σοϕωτέρους δεκαπλασίως ὑπὲρ τοὺς σοϕιστὰς καὶ τοὺς ϕιλοσόϕους τοὺς ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ· καὶ ἐδόξασεν αὐτοὺς βασιλεὺς καὶ κατέστησεν αὐτοὺς ἄρχοντας καὶ ἀνέδειξεν αὐτοὺς σοϕοὺς παρὰ πάντας τοὺς αὐτοῦ ἐν πράγμασιν ἐν πάσῃ τῇ γῇ αὐτοῦ καὶ ἐν τῇ βασιλείᾳ αὐτοῦ.
Verse: 21    
καὶ ἦν Δανιηλ ἕως τοῦ πρώτου ἔτους τῆς βασιλείας Κύρου βασιλέως Περσῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.