TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1172
Previous part

Chapter: 6 
Verse: 1    καὶ ᾽Αρταξέρξης τῶν Μήδων παρέλαβε τὴν βασιλείαν. Καὶ Δαρεῖος πλήρης τῶν ἡμερῶν καὶ ἔνδοξος ἐν γήρει·
Verse: 2    
καὶ κατέστησε σατράπας ἑκατὸν εἴκοσι ἑπτὰ ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ
Verse: 3    
καὶ ἐπ' αὐτῶν ἄνδρας τρεῖς ἡγουμένους αὐτῶν, καὶ Δανιηλ εἷς ἦν τῶν τριῶν ἀνδρῶν
Verse: 4    
ὑπὲρ πάντας ἔχων ἐξουσίαν ἐν τῇ βασιλείᾳ. καὶ Δανιηλ ἦν ἐνδεδυμένος πορϕύραν καὶ μέγας καὶ ἔνδοξος ἔναντι Δαρείου τοῦ βασιλέως, καϑότι ἦν ἔνδοξος καὶ ἐπιστήμων καὶ συνετός, καὶ πνεῦμα ἅγιον ἐν αὐτῷ, καὶ εὐοδούμενος ἐν ταῖς πραγματείαις τοῦ βασιλέως, αἷς ἔπρασσε. τότε βασιλεὺς ἐβουλεύσατο καταστῆσαι τὸν Δανιηλ ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ καὶ τοὺς δύο ἄνδρας, οὓς κατέστησε μετ' αὐτοῦ, καὶ σατράπας ἑκατὸν εἴκοσι ἑπτά.
Verse: 5    
ὅτε δὲ ἐβουλεύσατο βασιλεὺς καταστῆσαι τὸν Δανιηλ ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ, τότε βουλὴν καὶ γνώμην ἐβουλεύσαντο ἐν ἑαυτοῖς οἱ δύο νεανίσκοι πρὸς ἀλλήλους λέγοντες, ἐπεὶ οὐδεμίαν ἁμαρτίαν οὐδὲ ἄγνοιαν ηὕρισκον κατὰ τοῦ Δανιηλ περὶ ἧς κατηγορήσουσιν αὐτοῦ πρὸς τὸν βασιλέα,
Verse: 6    
καὶ εἶπαν Δεῦτε στήσωμεν ὁρισμὸν καϑ' ἑαυτῶν ὅτι πᾶς ἄνϑρωπος οὐκ ἀξιώσει ἀξίωμα καὶ οὐ μὴ εὔξηται εὐχὴν ἀπὸ παντὸς ϑεοῦ ἕως ἡμερῶν τριάκοντα, ἀλλ' παρὰ Δαρείου τοῦ βασιλέως· εἰ δὲ μή, ἀποϑανεῖται· ἵνα ἡττήσωσι τὸν Δανιηλ ἐναντίον τοῦ βασιλέως, καὶ ῥιϕῇ εἰς τὸν λάκκον τῶν λεόντων. ᾔδεισαν γὰρ ὅτι Δανιηλ προσεύχεται καὶ δεῖται κυρίου τοῦ ϑεοῦ αὐτοῦ τρὶς τῆς ἡμέρας.
Verse: 7    
τότε προσήλϑοσαν οἱ ἄνϑρωποι ἐκεῖνοι καὶ εἶπαν ἐναντίον τοῦ βασιλέως
Verse: 8    
῾Ορισμὸν καὶ στάσιν ἐστήσαμεν ὅτι πᾶς ἄνϑρωπος, ὃς ἂν εὔξηται εὐχὴν ἀξιώσῃ ἀξίωμά τι παρὰ παντὸς ϑεοῦ ἕως ἡμερῶν τριάκοντα ἀλλ' παρὰ Δαρείου τοῦ βασιλέως, ῥιϕήσεται εἰς τὸν λάκκον τῶν λεόντων.
Verse: 9    
καὶ ἠξίωσαν τὸν βασιλέα ἵνα στήσῃ τὸν ὁρισμὸν καὶ μὴ ἀλλοιώσῃ αὐτόν, διότι ᾔδεισαν ὅτι Δανιηλ προσεύχεται καὶ δεῖται τρὶς τῆς ἡμέρας, ἵνα ἡττηϑῇ διὰ τοῦ βασιλέως καὶ ῥιϕῇ εἰς τὸν λάκκον τῶν λεόντων.
Verse: 10    
καὶ οὕτως βασιλεὺς Δαρεῖος ἔστησε καὶ ἐκύρωσεν.
Verse: 11    
ἐπιγνοὺς δὲ Δανιηλ τὸν ὁρισμόν, ὃν ἔστησε κατ' αὐτοῦ, ϑυρίδας ἤνοιξεν ἐν τῷ ὑπερῴῳ αὐτοῦ κατέναντι Ιερουσαλημ καὶ ἔπιπτεν ἐπὶ πρόσωπον αὐτοῦ τρὶς τῆς ἡμέρας, καϑὼς ἐποίει ἔμπροσϑεν, καὶ ἐδεῖτο.
Verse: 12    
καὶ αὐτοὶ ἐτήρησαν τὸν Δανιηλ καὶ κατελάβοσαν αὐτὸν εὐχόμενον τρὶς τῆς ἡμέρας καϑ' ἑκάστην ἡμέραν.
Verse: 13    
τότε οὗτοι οἱ ἄνϑρωποι ἐνέτυχον τῷ βασιλεῖ καὶ εἶπαν Δαρεῖε βασιλεῦ, οὐχ ὁρισμὸν ὡρίσω ἵνα πᾶς ἄνϑρωπος μὴ εὔξηται εὐχὴν μηδὲ ἀξιώσῃ ἀξίωμα παρὰ παντὸς ϑεοῦ ἕως ἡμερῶν τριάκοντα ἀλλὰ παρὰ σοῦ, βασιλεῦ· εἰ δὲ μή, ῥιϕήσεται εἰς τὸν λάκκον τῶν λεόντων; ἀποκριϑεὶς δὲ βασιλεὺς εἶπεν αὐτοῖς ᾽Ακριβὴς λόγος, καὶ μενεῖ ὁρισμός.
Verse: 13a    
καὶ εἶπον αὐτῷ ῾Ορκίζομέν σε τοῖς Μήδων καὶ Περσῶν δόγμασιν, ἵνα μὴ ἀλλοιώσῃς τὸ πρόσταγμα μηδὲ ϑαυμάσῃς πρόσωπον καὶ ἵνα μὴ ἐλαττώσῃς τι τῶν εἰρημένων καὶ κολάσῃς τὸν ἄνϑρωπον, ὃς οὐκ ἐνέμεινε τῷ ὁρισμῷ τούτῳ. καὶ εἶπεν Οὕτως ποιήσω καϑὼς λέγετε, καὶ ἕστηκέ μοι τοῦτο.
Verse: 14    
καὶ εἶπαν ᾽Ιδοὺ εὕρομεν Δανιηλ τὸν ϕίλον σου εὐχόμενον καὶ δεόμενον τοῦ προσώπου τοῦ ϑεοῦ αὐτοῦ τρὶς τῆς ἡμέρας.
Verse: 15    
καὶ λυπούμενος βασιλεὺς εἶπεν ῥιϕῆναι τὸν Δανιηλ εἰς τὸν λάκκον τῶν λεόντων κατὰ τὸν ὁρισμόν, ὃν ἔστησε κατ' αὐτοῦ. τότε βασιλεὺς σϕόδρα ἐλυπήϑη ἐπὶ τῷ Δανιηλ καὶ ἐβοήϑει τοῦ ἐξελέσϑαι αὐτὸν ἕως δυσμῶν ἡλίου ἀπὸ τῶν χειρῶν τῶν σατραπῶν
Verse: 16    
καὶ οὐκ ἠδύνατο ἐξελέσϑαι αὐτὸν ἀπ' αὐτῶν.
Verse: 17    
ἀναβοήσας δὲ Δαρεῖος βασιλεὺς εἶπε τῷ Δανιηλ ῾Ο ϑεός σου, σὺ λατρεύεις ἐνδελεχῶς τρὶς τῆς ἡμέρας, αὐτὸς ἐξελεῖταί σε ἐκ χειρὸς τῶν λεόντων· ἕως πρωὶ ϑάρρει.
Verse: 18    
τότε Δανιηλ ἐρρίϕη εἰς τὸν λάκκον τῶν λεόντων, καὶ ἠνέχϑη λίϑος καὶ ἐτέϑη εἰς τὸ στόμα τοῦ λάκκου, καὶ ἐσϕραγίσατο βασιλεὺς ἐν τῷ δακτυλίῳ ἑαυτοῦ καὶ ἐν τοῖς δακτυλίοις τῶν μεγιστάνων αὐτοῦ, ὅπως μὴ ἀπ' αὐτῶν ἀρϑῇ Δανιηλ βασιλεὺς αὐτὸν ἀνασπάσῃ ἐκ τοῦ λάκκου.
Verse: 19    
τότε ὑπέστρεψεν βασιλεὺς εἰς τὰ βασίλεια αὐτοῦ καὶ ηὐλίσϑη νῆστις καὶ ἦν λυπούμενος περὶ τοῦ Δανιηλ. τότε ϑεὸς τοῦ Δανιηλ πρόνοιαν ποιούμενος αὐτοῦ ἀπέκλεισε τὰ στόματα τῶν λεόντων, καὶ οὐ παρηνώχλησαν τῷ Δανιηλ.
Verse: 20    
καὶ βασιλεὺς Δαρεῖος ὤρϑρισε πρωὶ καὶ παρέλαβε μεϑ' ἑαυτοῦ τοὺς σατράπας καὶ πορευϑεὶς ἔστη ἐπὶ τοῦ στόματος τοῦ λάκκου τῶν λεόντων.
Verse: 21    
τότε βασιλεὺς ἐκάλεσε τὸν Δανιηλ ϕωνῇ μεγάλῃ μετὰ κλαυϑμοῦ λέγων ῏Ω Δανιηλ, εἰ ἄρα ζῇς, καὶ ϑεός σου, λατρεύεις ἐνδελεχῶς, σέσωκέ σε ἀπὸ τῶν λεόντων, καὶ οὐκ ἠχρείωκάν σε;
Verse: 22    
τότε Δανιηλ ἐπήκουσε ϕωνῇ μεγάλῃ καὶ εἶπεν Βασιλεῦ, ἔτι εἰμὶ ζῶν,
Verse: 23    
καὶ σέσωκέ με ϑεὸς ἀπὸ τῶν λεόντων, καϑότι δικαιοσύνη ἐν ἐμοὶ εὑρέϑη ἐναντίον αὐτοῦ· καὶ ἐναντίον δὲ σοῦ, βασιλεῦ, οὔτε ἄγνοια οὔτε ἁμαρτία εὑρέϑη ἐν ἐμοί· σὺ δὲ ἤκουσας ἀνϑρώπων πλανώντων βασιλεῖς καὶ ἔρριψάς με εἰς τὸν λάκκον τῶν λεόντων εἰς ἀπώλειαν.
Verse: 24    
τότε συνήχϑησαν πᾶσαι αἱ δυνάμεις καὶ εἶδον τὸν Δανιηλ, ὡς οὐ παρηνώχλησαν αὐτῷ οἱ λέοντες.
Verse: 25    
τότε οἱ δύο ἄνϑρωποι ἐκεῖνοι οἱ καταμαρτυρήσαντες τοῦ Δανιηλ, αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν, ἐρρίϕησαν τοῖς λέουσι, καὶ οἱ λέοντες ἀπέκτειναν αὐτοὺς καὶ ἔϑλασαν τὰ ὀστᾶ αὐτῶν.
Verse: 26    
τότε Δαρεῖος ἔγραψε πᾶσι τοῖς ἔϑνεσι καὶ χώραις καὶ γλώσσαις, τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ αὐτοῦ λέγων
Verse: 27    
Πάντες οἱ ἄνϑρωποι οἱ ὄντες ἐν τῇ βασιλείᾳ μου ἔστωσαν προσκυνοῦντες καὶ λατρεύοντες τῷ ϑεῷ τοῦ Δανιηλ, αὐτὸς γάρ ἐστι ϑεὸς μένων καὶ ζῶν εἰς γενεὰς γενεῶν ἕως τοῦ αἰῶνος·
Verse: 28    
ἐγὼ Δαρεῖος ἔσομαι αὐτῷ προσκυνῶν καὶ δουλεύων πάσας τὰς ἡμέρας μου, τὰ γὰρ εἴδωλα τὰ χειροποίητα οὐ δύνανται σῶσαι, ὡς ἐλυτρώσατο ϑεὸς τοῦ Δανιηλ τὸν Δανιηλ.
Verse: 29    
καὶ βασιλεὺς Δαρεῖος προσετέϑη πρὸς τὸ γένος αὐτοῦ, καὶ Δανιηλ κατεστάϑη ἐπὶ τῆς βασιλείας Δαρείου· καὶ Κῦρος Πέρσης παρέλαβε τὴν βασιλείαν αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.