TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1179
Previous part

Book: Dan.Th. 
ΔΑΝΙΗΛ


Chapter: 1 
Verse: 1    ᾽Εν ἔτει τρίτῳ τῆς βασιλείας Ιωακιμ βασιλέως Ιουδα ἦλϑεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς Ιερουσαλημ καὶ ἐπολιόρκει αὐτήν.
Verse: 2    
καὶ ἔδωκεν κύριος ἐν χειρὶ αὐτοῦ τὸν Ιωακιμ βασιλέα Ιουδα καὶ ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ ϑεοῦ, καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Σεννααρ οἶκον τοῦ ϑεοῦ αὐτοῦ· καὶ τὰ σκεύη εἰσήνεγκεν εἰς τὸν οἶκον ϑησαυροῦ τοῦ ϑεοῦ αὐτοῦ.
Verse: 3    
καὶ εἶπεν βασιλεὺς τῷ Ασϕανεζ τῷ ἀρχιευνούχῳ αὐτοῦ εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας Ισραηλ καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας καὶ ἀπὸ τῶν ϕορϑομμιν
Verse: 4    
νεανίσκους οἷς οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος καὶ καλοὺς τῇ ὄψει καὶ συνιέντας ἐν πάσῃ σοϕίᾳ καὶ γιγνώσκοντας γνῶσιν καὶ διανοουμένους ϕρόνησιν καὶ οἷς ἐστιν ἰσχὺς ἐν αὐτοῖς ἑστάναι ἐν τῷ οἴκῳ τοῦ βασιλέως, καὶ διδάξαι αὐτοὺς γράμματα καὶ γλῶσσαν Χαλδαίων.
Verse: 5    
καὶ διέταξεν αὐτοῖς βασιλεὺς τὸ τῆς ἡμέρας καϑ' ἡμέραν ἀπὸ τῆς τραπέζης τοῦ βασιλέως καὶ ἀπὸ τοῦ οἴνου τοῦ πότου αὐτοῦ καὶ ϑρέψαι αὐτοὺς ἔτη τρία καὶ μετὰ ταῦτα στῆναι ἐνώπιον τοῦ βασιλέως.
Verse: 6    
καὶ ἐγένετο ἐν αὐτοῖς ἐκ τῶν υἱῶν Ιουδα Δανιηλ καὶ Ανανιας καὶ Μισαηλ καὶ Αζαριας.
Verse: 7    
καὶ ἐπέϑηκεν αὐτοῖς ἀρχιευνοῦχος ὀνόματα, τῷ Δανιηλ Βαλτασαρ καὶ τῷ Ανανια Σεδραχ καὶ τῷ Μισαηλ Μισαχ καὶ τῷ Αζαρια Αβδεναγω.
Verse: 8    
καὶ ἔϑετο Δανιηλ ἐπὶ τὴν καρδίαν αὐτοῦ ὡς οὐ μὴ ἀλισγηϑῇ ἐν τῇ τραπέζῃ τοῦ βασιλέως καὶ ἐν τῷ οἴνῳ τοῦ πότου αὐτοῦ, καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον ὡς οὐ μὴ ἀλισγηϑῇ.
Verse: 9    
καὶ ἔδωκεν ϑεὸς τὸν Δανιηλ εἰς ἔλεον καὶ εἰς οἰκτιρμὸν ἐνώπιον τοῦ ἀρχιευνούχου.
Verse: 10    
καὶ εἶπεν ἀρχιευνοῦχος τῷ Δανιηλ Φοβοῦμαι ἐγὼ τὸν κύριόν μου τὸν βασιλέα τὸν ἐκτάξαντα τὴν βρῶσιν ὑμῶν καὶ τὴν πόσιν ὑμῶν μήποτε ἴδῃ τὰ πρόσωπα ὑμῶν σκυϑρωπὰ παρὰ τὰ παιδάρια τὰ συνήλικα ὑμῶν καὶ καταδικάσητε τὴν κεϕαλήν μου τῷ βασιλεῖ.
Verse: 11    
καὶ εἶπεν Δανιηλ πρὸς Αμελσαδ, ὃν κατέστησεν ἀρχιευνοῦχος ἐπὶ Δανιηλ, Ανανιαν, Μισαηλ, Αζαριαν
Verse: 12    
Πείρασον δὴ τοὺς παῖδάς σου ἡμέρας δέκα, καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων, καὶ ϕαγόμεϑα καὶ ὕδωρ πιόμεϑα·
Verse: 13    
καὶ ὀϕϑήτωσαν ἐνώπιόν σου αἱ ἰδέαι ἡμῶν καὶ αἱ ἰδέαι τῶν παιδαρίων τῶν ἐσϑιόντων τὴν τράπεζαν τοῦ βασιλέως, καὶ καϑὼς ἂν ἴδῃς ποίησον μετὰ τῶν παίδων σου.
Verse: 14    
καὶ εἰσήκουσεν αὐτῶν καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα.
Verse: 15    
καὶ μετὰ τὸ τέλος τῶν δέκα ἡμερῶν ὡράϑησαν αἱ ἰδέαι αὐτῶν ἀγαϑαὶ καὶ ἰσχυραὶ ταῖς σαρξὶν ὑπὲρ τὰ παιδάρια τὰ ἐσϑίοντα τὴν τράπεζαν τοῦ βασιλέως.
Verse: 16    
καὶ ἐγένετο Αμελσαδ ἀναιρούμενος τὸ δεῖπνον αὐτῶν καὶ τὸν οἶνον τοῦ πόματος αὐτῶν καὶ ἐδίδου αὐτοῖς σπέρματα.
Verse: 17    
καὶ τὰ παιδάρια ταῦτα, οἱ τέσσαρες αὐτοί, ἔδωκεν αὐτοῖς ϑεὸς σύνεσιν καὶ ϕρόνησιν ἐν πάσῃ γραμματικῇ καὶ σοϕίᾳ· καὶ Δανιηλ συνῆκεν ἐν πάσῃ ὁράσει καὶ ἐνυπνίοις.
Verse: 18    
καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν, ὧν εἶπεν βασιλεὺς εἰσαγαγεῖν αὐτούς, καὶ εἰσήγαγεν αὐτοὺς ἀρχιευνοῦχος ἐναντίον Ναβουχοδονοσορ.
Verse: 19    
καὶ ἐλάλησεν μετ' αὐτῶν βασιλεύς, καὶ οὐχ εὑρέϑησαν ἐκ πάντων αὐτῶν ὅμοιοι Δανιηλ καὶ Ανανια καὶ Μισαηλ καὶ Αζαρια· καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως.
Verse: 20    
καὶ ἐν παντὶ ῥήματι σοϕίας καὶ ἐπιστήμης, ὧν ἐζήτησεν παρ' αὐτῶν βασιλεύς, εὗρεν αὐτοὺς δεκαπλασίονας παρὰ πάντας τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους τοὺς ὄντας ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ.
Verse: 21    
καὶ ἐγένετο Δανιηλ ἕως ἔτους ἑνὸς Κύρου τοῦ βασιλέως.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.