TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 161
Chapter: 8
Verse: 1
Πάσας
τὰς
ἐντολάς
,
ἃς
ἐγὼ
ἐντέλλομαι
ὑμῖν
σήμερον
,
ϕυλάξεσθε
ποιεῖν
,
ἵνα
ζῆτε
καὶ
πολυπλασιασθῆτε
καὶ
εἰσέλθητε
καὶ
κληρονομήσητε
τὴν
γῆν
,
ἣν
κύριος
ὁ
θεὸς
ὑμῶν
ὤμοσεν
τοῖς
πατράσιν
ὑμῶν
.
Verse: 2
καὶ
μνησθήσῃ
πᾶσαν
τὴν
ὁδόν
,
ἣν
ἤγαγέν
σε
κύριος
ὁ
θεός
σου
ἐν
τῇ
ἐρήμῳ
,
ὅπως
ἂν
κακώσῃ
σε
καὶ
ἐκπειράσῃ
σε
καὶ
διαγνωσθῇ
τὰ
ἐν
τῇ
καρδίᾳ
σου
,
εἰ
ϕυλάξῃ
τὰς
ἐντολὰς
αὐτοῦ
ἢ
οὔ
.
Verse: 3
καὶ
ἐκάκωσέν
σε
καὶ
ἐλιμαγχόνησέν
σε
καὶ
ἐψώμισέν
σε
τὸ
μαννα
,
ὃ
οὐκ
εἴδησαν
οἱ
πατέρες
σου
,
ἵνα
ἀναγγείλῃ
σοι
ὅτι
οὐκ
ἐπ
'
ἄρτῳ
μόνῳ
ζήσεται
ὁ
ἄνθρωπος
,
ἀλλ
'
ἐπὶ
παντὶ
ῥήματι
τῷ
ἐκπορευομένῳ
διὰ
στόματος
θεοῦ
ζήσεται
ὁ
ἄνθρωπος
.
Verse: 4
τὰ
ἱμάτιά
σου
οὐ
κατετρίβη
ἀπὸ
σοῦ
,
οἱ
πόδες
σου
οὐκ
ἐτυλώθησαν
,
ἰδοὺ
τεσσαράκοντα
ἔτη
.
Verse: 5
καὶ
γνώσῃ
τῇ
καρδίᾳ
σου
ὅτι
ὡς
εἴ
τις
παιδεύσαι
ἄνθρωπος
τὸν
υἱὸν
αὐτοῦ
,
οὕτως
κύριος
ὁ
θεός
σου
παιδεύσει
σε
,
Verse: 6
καὶ
ϕυλάξῃ
τὰς
ἐντολὰς
κυρίου
τοῦ
θεοῦ
σου
πορεύεσθαι
ἐν
ταῖς
ὁδοῖς
αὐτοῦ
καὶ
ϕοβεῖσθαι
αὐτόν
.
Verse: 7
ὁ
γὰρ
κύριος
ὁ
θεός
σου
εἰσάγει
σε
εἰς
γῆν
ἀγαθὴν
καὶ
πολλήν
,
οὗ
χείμαρροι
ὑδάτων
καὶ
πηγαὶ
ἀβύσσων
ἐκπορευόμεναι
διὰ
τῶν
πεδίων
καὶ
διὰ
τῶν
ὀρέων
·
Verse: 8
γῆ
πυροῦ
καὶ
κριθῆς
,
ἄμπελοι
,
συκαῖ
,
ῥόαι
,
γῆ
ἐλαίας
ἐλαίου
καὶ
μέλιτος
·
Verse: 9
γῆ
,
ἐϕ
'
ἧς
οὐ
μετὰ
πτωχείας
ϕάγῃ
τὸν
ἄρτον
σου
καὶ
οὐκ
ἐνδεηθήσῃ
οὐδὲν
ἐπ
'
αὐτῆς
·
γῆ
,
ἧς
οἱ
λίθοι
σίδηρος
,
καὶ
ἐκ
τῶν
ὀρέων
αὐτῆς
μεταλλεύσεις
χαλκόν
·
Verse: 10
καὶ
ϕάγῃ
καὶ
ἐμπλησθήσῃ
καὶ
εὐλογήσεις
κύριον
τὸν
θεόν
σου
ἐπὶ
τῆς
γῆς
τῆς
ἀγαθῆς
,
ἧς
ἔδωκέν
σοι
.
Verse: 11
πρόσεχε
σεαυτῷ
,
μὴ
ἐπιλάθῃ
κυρίου
τοῦ
θεοῦ
σου
τοῦ
μὴ
ϕυλάξαι
τὰς
ἐντολὰς
αὐτοῦ
καὶ
τὰ
κρίματα
καὶ
τὰ
δικαιώματα
αὐτοῦ
,
ὅσα
ἐγὼ
ἐντέλλομαί
σοι
σήμερον
,
Verse: 12
μὴ
ϕαγὼν
καὶ
ἐμπλησθεὶς
καὶ
οἰκίας
καλὰς
οἰκοδομήσας
καὶ
κατοικήσας
ἐν
αὐταῖς
Verse: 13
καὶ
τῶν
βοῶν
σου
καὶ
τῶν
προβάτων
σου
πληθυνθέντων
σοι
,
ἀργυρίου
καὶ
χρυσίου
πληθυνθέντος
σοι
καὶ
πάντων
,
ὅσων
σοι
ἔσται
,
πληθυνθέντων
σοι
Verse: 14
ὑψωθῇς
τῇ
καρδίᾳ
καὶ
ἐπιλάθῃ
κυρίου
τοῦ
θεοῦ
σου
τοῦ
ἐξαγαγόντος
σε
ἐκ
γῆς
Αἰγύπτου
ἐξ
οἴκου
δουλείας
,
Verse: 15
τοῦ
ἀγαγόντος
σε
διὰ
τῆς
ἐρήμου
τῆς
μεγάλης
καὶ
τῆς
ϕοβερᾶς
ἐκείνης
,
οὗ
ὄϕις
δάκνων
καὶ
σκορπίος
καὶ
δίψα
,
οὗ
οὐκ
ἦν
ὕδωρ
,
τοῦ
ἐξαγαγόντος
σοι
ἐκ
πέτρας
ἀκροτόμου
πηγὴν
ὕδατος
,
Verse: 16
τοῦ
ψωμίσαντός
σε
τὸ
μαννα
ἐν
τῇ
ἐρήμῳ
,
ὃ
οὐκ
εἴδησαν
οἱ
πατέρες
σου
,
ἵνα
κακώσῃ
σε
καὶ
ἐκπειράσῃ
σε
καὶ
εὖ
σε
ποιήσῃ
ἐπ
'
ἐσχάτων
τῶν
ἡμερῶν
σου
.
Verse: 17
μὴ
εἴπῃς
ἐν
τῇ
καρδίᾳ
σου
῾Η
ἰσχύς
μου
καὶ
τὸ
κράτος
τῆς
χειρός
μου
ἐποίησέν
μοι
τὴν
δύναμιν
τὴν
μεγάλην
ταύτην
·
Verse: 18
καὶ
μνησθήσῃ
κυρίου
τοῦ
θεοῦ
σου
,
ὅτι
αὐτός
σοι
δίδωσιν
ἰσχὺν
τοῦ
ποιῆσαι
δύναμιν
καὶ
ἵνα
στήσῃ
τὴν
διαθήκην
αὐτοῦ
,
ἣν
ὤμοσεν
κύριος
τοῖς
πατράσιν
σου
,
ὡς
σήμερον
.
Verse: 19
καὶ
ἔσται
ἐὰν
λήθῃ
ἐπιλάθῃ
κυρίου
τοῦ
θεοῦ
σου
καὶ
πορευθῇς
ὀπίσω
θεῶν
ἑτέρων
καὶ
λατρεύσῃς
αὐτοῖς
καὶ
προσκυνήσῃς
αὐτοῖς
,
διαμαρτύρομαι
ὑμῖν
σήμερον
τόν
τε
οὐρανὸν
καὶ
τὴν
γῆν
ὅτι
ἀπωλείᾳ
ἀπολεῖσθε
·
Verse: 20
καθὰ
καὶ
τὰ
λοιπὰ
ἔθνη
,
ὅσα
κύριος
ἀπολλύει
πρὸ
προσώπου
ὑμῶν
,
οὕτως
ἀπολεῖσθε
,
ἀνθ
'
ὧν
οὐκ
ἠκούσατε
τῆς
ϕωνῆς
κυρίου
τοῦ
θεοῦ
ὑμῶν
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.