TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 180
Previous part

Chapter: 27 
Verse: 1    Καὶ προσέταξεν Μωυσῆς καὶ γερουσία Ισραηλ λέγων Φυλάσσεσθε πάσας τὰς ἐντολὰς ταύτας, ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον.
Verse: 2    
καὶ ἔσται ἂν ἡμέρᾳ διαβῆτε τὸν Ιορδάνην εἰς τὴν γῆν, ἣν κύριος θεός σου δίδωσίν σοι, καὶ στήσεις σεαυτῷ λίθους μεγάλους καὶ κονιάσεις αὐτοὺς κονίᾳ
Verse: 3    
καὶ γράψεις ἐπὶ τῶν λίθων πάντας τοὺς λόγους τοῦ νόμου τούτου, ὡς ἂν διαβῆτε τὸν Ιορδάνην, ἡνίκα ἐὰν εἰσέλθητε εἰς τὴν γῆν, ἣν κύριος θεὸς τῶν πατέρων σου δίδωσίν σοι, γῆν ῥέουσαν γάλα καὶ μέλι, ὃν τρόπον εἶπεν κύριος θεὸς τῶν πατέρων σού σοι·
Verse: 4    
καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ιορδάνην, στήσετε τοὺς λίθους τούτους, οὓς ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐν ὄρει Γαιβαλ καὶ κονιάσεις αὐτοὺς κονίᾳ.
Verse: 5    
καὶ οἰκοδομήσεις ἐκεῖ θυσιαστήριον κυρίῳ τῷ θεῷ σου, θυσιαστήριον ἐκ λίθων, οὐκ ἐπιβαλεῖς ἐπ' αὐτοὺς σίδηρον·
Verse: 6    
λίθους ὁλοκλήρους οἰκοδομήσεις θυσιαστήριον κυρίῳ τῷ θεῷ σου καὶ ἀνοίσεις ἐπ' αὐτὸ ὁλοκαυτώματα κυρίῳ τῷ θεῷ σου
Verse: 7    
καὶ θύσεις ἐκεῖ θυσίαν σωτηρίου κυρίῳ τῷ θεῷ σου καὶ ϕάγῃ καὶ ἐμπλησθήσῃ καὶ εὐϕρανθήσῃ ἐναντίον κυρίου τοῦ θεοῦ σου.
Verse: 8    
καὶ γράψεις ἐπὶ τῶν λίθων πάντα τὸν νόμον τοῦτον σαϕῶς σϕόδρα.
Verse: 9    
Καὶ ἐλάλησεν Μωυσῆς καὶ οἱ ἱερεῖς οἱ Λευῖται παντὶ Ισραηλ λέγοντες Σιώπα καὶ ἄκουε, Ισραηλ· ἐν τῇ ἡμέρᾳ ταύτῃ γέγονας εἰς λαὸν κυρίῳ τῷ θεῷ σου·
Verse: 10    
καὶ εἰσακούσῃ τῆς ϕωνῆς κυρίου τοῦ θεοῦ σου καὶ ποιήσεις πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον.
Verse: 11    
Καὶ ἐνετείλατο Μωυσῆς τῷ λαῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων
Verse: 12    
Οὗτοι στήσονται εὐλογεῖν τὸν λαὸν ἐν ὄρει Γαριζιν διαβάντες τὸν Ιορδάνην· Συμεων, Λευι, Ιουδας, Ισσαχαρ, Ιωσηϕ καὶ Βενιαμιν.
Verse: 13    
καὶ οὗτοι στήσονται ἐπὶ τῆς κατάρας ἐν ὄρει Γαιβαλ· Ρουβην, Γαδ καὶ Ασηρ, Ζαβουλων, Δαν καὶ Νεϕθαλι.
Verse: 14    
καὶ ἀποκριθέντες οἱ Λευῖται ἐροῦσιν παντὶ Ισραηλ ϕωνῇ μεγάλῃ
Verse: 15    
᾽Επικατάρατος ἄνθρωπος, ὅστις ποιήσει γλυπτὸν καὶ χωνευτόν, βδέλυγμα κυρίῳ, ἔργον χειρῶν τεχνίτου, καὶ θήσει αὐτὸ ἐν ἀποκρύϕῳ· καὶ ἀποκριθεὶς πᾶς λαὸς ἐροῦσιν Γένοιτο.
Verse: 16    
᾽Επικατάρατος ἀτιμάζων πατέρα αὐτοῦ μητέρα αὐτοῦ· καὶ ἐροῦσιν πᾶς λαός Γένοιτο.
Verse: 17    
᾽Επικατάρατος μετατιθεὶς ὅρια τοῦ πλησίον· καὶ ἐροῦσιν πᾶς λαός Γένοιτο.
Verse: 18    
᾽Επικατάρατος πλανῶν τυϕλὸν ἐν ὁδῷ· καὶ ἐροῦσιν πᾶς λαός Γένοιτο.
Verse: 19    
᾽Επικατάρατος ὃς ἂν ἐκκλίνῃ κρίσιν προσηλύτου καὶ ὀρϕανοῦ καὶ χήρας· καὶ ἐροῦσιν πᾶς λαός Γένοιτο.
Verse: 20    
᾽Επικατάρατος κοιμώμενος μετὰ γυναικὸς τοῦ πατρὸς αὐτοῦ, ὅτι ἀπεκάλυψεν συγκάλυμμα τοῦ πατρὸς αὐτοῦ· καὶ ἐροῦσιν πᾶς λαός Γένοιτο.
Verse: 21    
᾽Επικατάρατος κοιμώμενος μετὰ παντὸς κτήνους· καὶ ἐροῦσιν πᾶς λαός Γένοιτο.
Verse: 22    
᾽Επικατάρατος κοιμώμενος μετὰ ἀδελϕῆς ἐκ πατρὸς ἐκ μητρὸς αὐτοῦ· καὶ ἐροῦσιν πᾶς λαός Γένοιτο.
Verse: 23    
᾽Επικατάρατος κοιμώμενος μετὰ πενθερᾶς αὐτοῦ· καὶ ἐροῦσιν πᾶς λαός Γένοιτο. ᾽Επικατάρατος κοιμώμενος μετὰ ἀδελϕῆς γυναικὸς αὐτοῦ· καὶ ἐροῦσιν πᾶς λαός Γένοιτο.
Verse: 24    
᾽Επικατάρατος τύπτων τὸν πλησίον αὐτοῦ δόλῳ· καὶ ἐροῦσιν πᾶς λαός Γένοιτο.
Verse: 25    
᾽Επικατάρατος ὃς ἂν λάβῃ δῶρα πατάξαι ψυχὴν αἵματος ἀθῴου· καὶ ἐροῦσιν πᾶς λαός Γένοιτο.
Verse: 26    
᾽Επικατάρατος πᾶς ἄνθρωπος, ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσιν τοῖς λόγοις τοῦ νόμου τούτου τοῦ ποιῆσαι αὐτούς· καὶ ἐροῦσιν πᾶς λαός Γένοιτο.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.