TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 231
Previous part

Chapter: 17 
Verse: 1    Καὶ ἐγένετο ἀνὴρ ἐξ ὄρους Εϕραιμ, καὶ ὄνομα αὐτῷ Μιχα.
Verse: 2    
καὶ εἶπεν τῇ μητρὶ αὐτοῦ Χιλίους καὶ ἑκατὸν ἀργυρίου τοὺς λημϕθέντας σοι καὶ ἐξώρκισας καὶ εἶπας ἐν τοῖς ὠσίν μου, ἰδοὺ τὸ ἀργύριον παρ' ἐμοί, ἐγὼ ἔλαβον αὐτό. καὶ εἶπεν μήτηρ αὐτοῦ Εὐλογημένος υἱός μου τῷ κυρίῳ.
Verse: 3    
καὶ ἀπέδωκεν τοὺς χιλίους καὶ ἑκατὸν τοῦ ἀργυρίου τῇ μητρὶ αὐτοῦ, καὶ εἶπεν μήτηρ αὐτοῦ ῾Αγιασμῷ ἡγίασα τὸ ἀργύριον τῷ κυρίῳ ἐκ τῆς χειρός μου κατὰ μόνας τοῦ ποιῆσαι γλυπτὸν καὶ χωνευτόν, καὶ νῦν ἐπιστρέψω αὐτά σοι καὶ ἀποδώσω σοι αὐτό.
Verse: 4    
καὶ ἀπέδωκεν τὸ ἀργύριον τῇ μητρὶ αὐτοῦ· καὶ ἔλαβεν μήτηρ αὐτοῦ διακοσίους τοῦ ἀργυρίου καὶ ἔδωκεν αὐτὸ τῷ χωνευτῇ, καὶ ἐποίησεν αὐτὸ γλυπτὸν καὶ χωνευτόν, καὶ ἐγένετο ἐν τῷ οἴκῳ Μιχα.
Verse: 5    
καὶ ἀνὴρ Μιχα, αὐτῷ οἶκος θεοῦ· καὶ ἐποίησεν εϕουδ καὶ θεραϕιν καὶ ἐνέπλησεν τὴν χεῖρα ἑνὸς τῶν υἱῶν αὐτοῦ, καὶ ἐγενήθη αὐτῷ εἰς ἱερέα.
Verse: 6    
ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ· ἀνὴρ τὸ ἀγαθὸν ἐν ὀϕθαλμοῖς αὐτοῦ ἐποίει.
Verse: 7    
Καὶ ἐγένετο παιδάριον ἐκ Βηθλεεμ δήμου Ιουδα ἐκ τῆς συγγενείας Ιουδα, καὶ αὐτὸς Λευίτης, καὶ αὐτὸς παρῴκει ἐκεῖ.
Verse: 8    
καὶ ἐπορεύθη ἀνὴρ ἐκ τῆς πόλεως Ιουδα ἐκ Βηθλεεμ παροικεῖν οὗ ἐὰν εὕρῃ, καὶ ἐγενήθη εἰς ὄρος Εϕραιμ ἕως οἴκου Μιχα τοῦ ποιῆσαι τὴν ὁδὸν αὐτοῦ.
Verse: 9    
καὶ εἶπεν αὐτῷ Μιχα Πόθεν ἔρχῃ; καὶ εἶπεν πρὸς αὐτόν Λευίτης ἐγώ εἰμι ἐκ Βηθλεεμ Ιουδα, καὶ ἐγὼ πορεύομαι παροικεῖν οὗ ἐὰν εὕρω.
Verse: 10    
καὶ εἶπεν αὐτῷ Μιχα Κάθου μετ' ἐμοῦ καὶ γενοῦ μοι εἰς πατέρα καὶ εἰς ἱερέα, καὶ ἐγὼ δώσω σοι δέκα ἀργυρίου εἰς ἡμέρας καὶ ζεῦγος ἱματίων καὶ τὰ πρὸς τὸ ζῆν σου. καὶ ἐπορεύθη Λευίτης
Verse: 11    
καὶ ἤρξατο παροικεῖν παρὰ τῷ ἀνδρί, καὶ ἐγενήθη αὐτῷ τὸ παιδάριον ὡς εἷς τῶν υἱῶν αὐτοῦ.
Verse: 12    
καὶ ἐνέπλησεν Μιχα τὴν χεῖρα τοῦ Λευίτου, καὶ ἐγενήθη αὐτῷ τὸ παιδάριον εἰς ἱερέα καὶ ἦν ἐν τῷ οἴκῳ Μιχα.
Verse: 13    
καὶ εἶπεν Μιχα Νῦν ἔγνων ὅτι ἠγαθοποίησέν με κύριος, ὅτι ἐγενήθη μοι Λευίτης εἰς ἱερέα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.