TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 240
Previous part

Chapter: 5 
Verse: 1    Καὶ ᾖσαν Δεββωρα καὶ Βαρακ υἱὸς Αβινεεμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγοντες
Verse: 2    
᾽Απεκαλύϕθη ἀποκάλυμμα ἐν Ισραηλ· ἐν τῷ ἑκουσιασθῆναι λαὸν εὐλογεῖτε κύριον.
Verse: 3    
ἀκούσατε, βασιλεῖς, καὶ ἐνωτίσασθε, σατράπαι· ἐγώ εἰμι τῷ κυρίῳ, ἐγώ εἰμι ᾄσομαι, ψαλῶ τῷ κυρίῳ τῷ θεῷ Ισραηλ.
Verse: 4    
κύριε, ἐν τῇ ἐξόδῳ σου ἐν Σηιρ, ἐν τῷ ἀπαίρειν σε ἐξ ἀγροῦ Εδωμ γῆ ἐσείσθη, καὶ οὐρανὸς ἔσταξεν δρόσους, καὶ αἱ νεϕέλαι ἔσταξαν ὕδωρ·
Verse: 5    
ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου κυρίου Ελωι, τοῦτο Σινα ἀπὸ προσώπου κυρίου θεοῦ Ισραηλ.
Verse: 6    
ἐν ἡμέραις Σαμεγαρ υἱοῦ Αναθ, ἐν ἡμέραις Ιαηλ ἐξέλιπον ὁδοὺς καὶ ἐπορεύθησαν ἀτραπούς, ἐπορεύθησαν ὁδοὺς διεστραμμένας·
Verse: 7    
ἐξέλιπον δυνατοὶ ἐν Ισραηλ, ἐξέλιπον, ἕως οὗ ἀναστῇ Δεββωρα, ἕως οὗ ἀναστῇ μήτηρ ἐν Ισραηλ.
Verse: 8    
ἐξελέξαντο θεοὺς καινούς· τότε ἐπολέμησαν πόλεις ἀρχόντων· θυρεὸς ἐὰν ὀϕθῇ καὶ λόγχη ἐν τεσσαράκοντα χιλιάσιν ἐν Ισραηλ.
Verse: 9    
καρδία μου εἰς τὰ διατεταγμένα τῷ Ισραηλ· οἱ ἑκουσιαζόμενοι ἐν λαῷ, εὐλογεῖτε κύριον.
Verse: 10    
ἐπιβεβηκότες ἐπὶ ὄνου θηλείας μεσημβρίας, καθήμενοι ἐπὶ κριτηρίου καὶ πορευόμενοι ἐπὶ ὁδοὺς συνέδρων ἐϕ' ὁδῷ,
Verse: 11    
διηγεῖσθε ἀπὸ ϕωνῆς ἀνακρουομένων ἀνὰ μέσον ὑδρευομένων· ἐκεῖ δώσουσιν δικαιοσύνας κυρίῳ, δικαιοσύνας αὔξησον ἐν Ισραηλ. τότε κατέβη εἰς τὰς πόλεις λαὸς κυρίου.
Verse: 12    
ἐξεγείρου ἐξεγείρου, Δεββωρα, ἐξεγείρου ἐξεγείρου, λάλησον ᾠδήν· ἀνάστα, Βαρακ, καὶ αἰχμαλώτισον αἰχμαλωσίαν σου, υἱὸς Αβινεεμ.
Verse: 13    
τότε κατέβη κατάλειμμα τοῖς ἰσχυροῖς, λαὸς κυρίου κατέβη αὐτῷ ἐν τοῖς κραταιοῖς.
Verse: 14    
ἐξ ἐμοῦ Εϕραιμ ἐξερρίζωσεν αὐτοὺς ἐν τῷ Αμαληκ· ὀπίσω σου Βενιαμιν ἐν τοῖς λαοῖς σου. ἐν ἐμοὶ Μαχιρ κατέβησαν ἐξερευνῶντες καὶ ἀπὸ Ζαβουλων ἕλκοντες ἐν ῥάβδῳ διηγήσεως γραμματέως.
Verse: 15    
καὶ ἀρχηγοὶ ἐν Ισσαχαρ μετὰ Δεββωρας καὶ Βαρακ, οὕτως Βαρακ ἐν κοιλάσιν ἀπέστειλεν ἐν ποσὶν αὐτοῦ. εἰς τὰς μερίδας Ρουβην μεγάλοι ἐξικνούμενοι καρδίαν.
Verse: 16    
εἰς τί ἐκάθισαν ἀνὰ μέσον τῆς διγομίας τοῦ ἀκοῦσαι συρισμοῦ ἀγγέλων; εἰς διαιρέσεις Ρουβην μεγάλοι ἐξετασμοὶ καρδίας.
Verse: 17    
Γαλααδ ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐσκήνωσεν· καὶ Δαν εἰς τί παροικεῖ πλοίοις; Ασηρ ἐκάθισεν παραλίαν θαλασσῶν καὶ ἐπὶ διεξόδοις αὐτοῦ σκηνώσει.
Verse: 18    
Ζαβουλων λαὸς ὠνείδισεν ψυχὴν αὐτοῦ εἰς θάνατον καὶ Νεϕθαλι ἐπὶ ὕψη ἀγροῦ.
Verse: 19    
ἦλθον αὐτῶν βασιλεῖς, παρετάξαντο, τότε ἐπολέμησαν βασιλεῖς Χανααν ἐν Θανααχ ἐπὶ ὕδατι Μεγεδδω· δῶρον ἀργυρίου οὐκ ἔλαβον.
Verse: 20    
ἐξ οὐρανοῦ παρετάξαντο οἱ ἀστέρες, ἐκ τρίβων αὐτῶν παρετάξαντο μετὰ Σισαρα.
Verse: 21    
χειμάρρους Κισων ἐξέσυρεν αὐτούς, χειμάρρους ἀρχαίων, χειμάρρους Κισων· καταπατήσει αὐτὸν ψυχή μου δυνατή.
Verse: 22    
τότε ἐνεποδίσθησαν πτέρναι ἵππου, σπουδῇ ἔσπευσαν ἰσχυροὶ αὐτοῦ.
Verse: 23    
καταρᾶσθε Μηρωζ, εἶπεν ἄγγελος κυρίου, καταρᾶσθε, ἐπικατάρατος πᾶς κατοικῶν αὐτήν, ὅτι οὐκ ἤλθοσαν εἰς βοήθειαν κυρίου, εἰς βοήθειαν ἐν δυνατοῖς.
Verse: 24    
εὐλογηθείη ἐν γυναιξὶν Ιαηλ γυνὴ Χαβερ τοῦ Κιναίου, ἀπὸ γυναικῶν ἐν σκηναῖς εὐλογηθείη.
Verse: 25    
ὕδωρ ᾔτησεν, γάλα ἔδωκεν, ἐν λεκάνῃ ὑπερεχόντων προσήνεγκεν βούτυρον.
Verse: 26    
χεῖρα αὐτῆς ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινεν καὶ δεξιὰν αὐτῆς εἰς σϕῦραν κοπιώντων καὶ ἐσϕυροκόπησεν Σισαρα, διήλωσεν κεϕαλὴν αὐτοῦ καὶ ἐπάταξεν, διήλωσεν κρόταϕον αὐτοῦ.
Verse: 27    
ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς κατεκυλίσθη, ἔπεσεν καὶ ἐκοιμήθη· ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς κατακλιθεὶς ἔπεσεν· καθὼς κατεκλίθη, ἐκεῖ ἔπεσεν ἐξοδευθείς.
Verse: 28    
διὰ τῆς θυρίδος παρέκυψεν μήτηρ Σισαρα ἐκτὸς τοῦ τοξικοῦ, διότι ᾐσχύνθη ἅρμα αὐτοῦ, διότι ἐχρόνισαν πόδες ἁρμάτων αὐτοῦ.
Verse: 29    
αἱ σοϕαὶ ἄρχουσαι αὐτῆς ἀπεκρίθησαν πρὸς αὐτήν, καὶ αὐτὴ ἀπέστρεψεν λόγους αὐτῆς ἑαυτῇ
Verse: 30    
Οὐχ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκῦλα; οἰκτίρμων οἰκτιρήσει εἰς κεϕαλὴν ἀνδρός· σκῦλα βαμμάτων τῷ Σισαρα, σκῦλα βαμμάτων ποικιλίας, βάμματα ποικιλτῶν αὐτά, τῷ τραχήλῳ αὐτοῦ σκῦλα.
Verse: 31    
οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου, κύριε· καὶ οἱ ἀγαπῶντες αὐτὸν ὡς ἔξοδος ἡλίου ἐν δυνάμει αὐτοῦ. Καὶ ἡσύχασεν γῆ τεσσαράκοντα ἔτη.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.