TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 278
Previous part

Chapter: 18 
Verse: 6    Καὶ ἐξῆλθον αἱ χορεύουσαι εἰς συνάντησιν Δαυιδ ἐκ πασῶν πόλεων Ισραηλ ἐν τυμπάνοις καὶ ἐν χαρμοσύνῃ καὶ ἐν κυμβάλοις,
Verse: 7    
καὶ ἐξῆρχον αἱ γυναῖκες καὶ ἔλεγον ᾽Επάταξεν Σαουλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυιδ ἐν μυριάσιν αὐτοῦ.
Verse: 8    
καὶ πονηρὸν ἐϕάνη τὸ ῥῆμα ἐν ὀϕθαλμοῖς Σαουλ περὶ τοῦ λόγου τούτου, καὶ εἶπεν Τῷ Δαυιδ ἔδωκαν τὰς μυριάδας καὶ ἐμοὶ ἔδωκαν τὰς χιλιάδας.
Verse: 9    
καὶ ἦν Σαουλ ὑποβλεπόμενος τὸν Δαυιδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα.
Verse: 12    
καὶ ἐϕοβήθη Σαουλ ἀπὸ προσώπου Δαυιδ
Verse: 13    
καὶ ἀπέστησεν αὐτὸν ἀπ' αὐτοῦ καὶ κατέστησεν αὐτὸν ἑαυτῷ χιλίαρχον, καὶ ἐξεπορεύετο καὶ εἰσεπορεύετο ἔμπροσθεν τοῦ λαοῦ.
Verse: 14    
καὶ ἦν Δαυιδ ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ συνίων, καὶ κύριος μετ' αὐτοῦ.
Verse: 15    
καὶ εἶδεν Σαουλ ὡς αὐτὸς συνίει σϕόδρα, καὶ εὐλαβεῖτο ἀπὸ προσώπου αὐτοῦ.
Verse: 16    
καὶ πᾶς Ισραηλ καὶ Ιουδας ἠγάπα τὸν Δαυιδ, ὅτι αὐτὸς ἐξεπορεύετο καὶ εἰσεπορεύετο πρὸ προσώπου τοῦ λαοῦ.
Verse: 20    
Καὶ ἠγάπησεν Μελχολ θυγάτηρ Σαουλ τὸν Δαυιδ, καὶ ἀπηγγέλη Σαουλ, καὶ ηὐθύνθη ἐν ὀϕθαλμοῖς αὐτοῦ.
Verse: 21    
καὶ εἶπεν Σαουλ Δώσω αὐτὴν αὐτῷ, καὶ ἔσται αὐτῷ εἰς σκάνδαλον. καὶ ἦν ἐπὶ Σαουλ χεὶρ ἀλλοϕύλων·
Verse: 22    
καὶ ἐνετείλατο Σαουλ τοῖς παισὶν αὐτοῦ λέγων Λαλήσατε ὑμεῖς λάθρᾳ τῷ Δαυιδ λέγοντες ᾽Ιδοὺ βασιλεὺς θέλει ἐν σοί, καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀγαπῶσίν σε, καὶ σὺ ἐπιγάμβρευσον τῷ βασιλεῖ.
Verse: 23    
καὶ ἐλάλησαν οἱ παῖδες Σαουλ εἰς τὰ ὦτα Δαυιδ τὰ ῥήματα ταῦτα, καὶ εἶπεν Δαυιδ Εἰ κοῦϕον ἐν ὀϕθαλμοῖς ὑμῶν ἐπιγαμβρεῦσαι βασιλεῖ; κἀγὼ ἀνὴρ ταπεινὸς καὶ οὐχὶ ἔνδοξος.
Verse: 24    
καὶ ἀπήγγειλαν οἱ παῖδες Σαουλ αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα, ἐλάλησεν Δαυιδ.
Verse: 25    
καὶ εἶπεν Σαουλ Τάδε ἐρεῖτε τῷ Δαυιδ Οὐ βούλεται βασιλεὺς ἐν δόματι ἀλλ' ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοϕύλων ἐκδικῆσαι εἰς ἐχθροὺς τοῦ βασιλέως· καὶ Σαουλ ἐλογίσατο αὐτὸν ἐμβαλεῖν εἰς χεῖρας τῶν ἀλλοϕύλων.
Verse: 26    
καὶ ἀπαγγέλλουσιν οἱ παῖδες Σαουλ τῷ Δαυιδ τὰ ῥήματα ταῦτα, καὶ εὐθύνθη λόγος ἐν ὀϕθαλμοῖς Δαυιδ ἐπιγαμβρεῦσαι τῷ βασιλεῖ.
Verse: 27    
καὶ ἀνέστη Δαυιδ καὶ ἐπορεύθη αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοϕύλοις ἑκατὸν ἄνδρας καὶ ἀνήνεγκεν τὰς ἀκροβυστίας αὐτῶν τῷ βασιλεῖ καὶ ἐπιγαμβρεύεται τῷ βασιλεῖ, καὶ δίδωσιν αὐτῷ τὴν Μελχολ θυγατέρα αὐτοῦ αὐτῷ εἰς γυναῖκα.
Verse: 28    
καὶ εἶδεν Σαουλ ὅτι κύριος μετὰ Δαυιδ καὶ πᾶς Ισραηλ ἠγάπα αὐτόν,
Verse: 29    
καὶ προσέθετο εὐλαβεῖσθαι ἀπὸ Δαυιδ ἔτι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.