TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 281
Previous part

Chapter: 21 
Verse: 1    καὶ ἀνέστη Δαυιδ καὶ ἀπῆλθεν, καὶ Ιωναθαν εἰσῆλθεν εἰς τὴν πόλιν.
Verse: 2    
Καὶ ἔρχεται Δαυιδ εἰς Νομβα πρὸς Αβιμελεχ τὸν ἱερέα. καὶ ἐξέστη Αβιμελεχ τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπεν αὐτῷ Τί ὅτι σὺ μόνος καὶ οὐθεὶς μετὰ σοῦ;
Verse: 3    
καὶ εἶπεν Δαυιδ τῷ ἱερεῖ ῾Ο βασιλεὺς ἐντέταλταί μοι ῥῆμα σήμερον καὶ εἶπέν μοι Μηδεὶς γνώτω τὸ ῥῆμα, περὶ οὗ ἐγὼ ἀποστέλλω σε καὶ ὑπὲρ οὗ ἐντέταλμαί σοι· καὶ τοῖς παιδαρίοις διαμεμαρτύρημαι ἐν τῷ τόπῳ τῷ λεγομένῳ Θεοῦ πίστις, Φελλανι Αλεμωνι·
Verse: 4    
καὶ νῦν εἰ εἰσὶν ὑπὸ τὴν χεῖρά σου πέντε ἄρτοι, δὸς εἰς χεῖρά μου τὸ εὑρεθέν.
Verse: 5    
καὶ ἀπεκρίθη ἱερεὺς τῷ Δαυιδ καὶ εἶπεν Οὐκ εἰσὶν ἄρτοι βέβηλοι ὑπὸ τὴν χεῖρά μου, ὅτι ἀλλ' ἄρτοι ἅγιοι εἰσίν· εἰ πεϕυλαγμένα τὰ παιδάριά ἐστιν ἀπὸ γυναικός, καὶ ϕάγεται.
Verse: 6    
καὶ ἀπεκρίθη Δαυιδ τῷ ἱερεῖ καὶ εἶπεν αὐτῷ ᾽Αλλὰ ἀπὸ γυναικὸς ἀπεσχήμεθα ἐχθὲς καὶ τρίτην ἡμέραν· ἐν τῷ ἐξελθεῖν με εἰς ὁδὸν γέγονε πάντα τὰ παιδάρια ἡγνισμένα, καὶ αὐτὴ ὁδὸς βέβηλος, διότι ἁγιασθήσεται σήμερον διὰ τὰ σκεύη μου.
Verse: 7    
καὶ ἔδωκεν αὐτῷ Αβιμελεχ ἱερεὺς τοὺς ἄρτους τῆς προθέσεως, ὅτι οὐκ ἦν ἐκεῖ ἄρτος ὅτι ἀλλ' ἄρτοι τοῦ προσώπου οἱ ἀϕῃρημένοι ἐκ προσώπου κυρίου παρατεθῆναι ἄρτον θερμὸν ἡμέρᾳ ἔλαβεν αὐτούς.
Verse: 8    
καὶ ἐκεῖ ἦν ἓν τῶν παιδαρίων τοῦ Σαουλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συνεχόμενος νεεσσαραν ἐνώπιον κυρίου, καὶ ὄνομα αὐτῷ Δωηκ Σύρος νέμων τὰς ἡμιόνους Σαουλ.
Verse: 9    
καὶ εἶπεν Δαυιδ πρὸς Αβιμελεχ ᾽Ιδὲ εἰ ἔστιν ἐνταῦθα ὑπὸ τὴν χεῖρά σου δόρυ ῥομϕαία, ὅτι τὴν ῥομϕαίαν μου καὶ τὰ σκεύη οὐκ εἴληϕα ἐν τῇ χειρί μου, ὅτι ἦν τὸ ῥῆμα τοῦ βασιλέως κατὰ σπουδήν.
Verse: 10    
καὶ εἶπεν ἱερεύς ᾽Ιδοὺ ῥομϕαία Γολιαθ τοῦ ἀλλοϕύλου, ὃν ἐπάταξας ἐν τῇ κοιλάδι Ηλα, καὶ αὐτὴ ἐνειλημένη ἐν ἱματίῳ· εἰ ταύτην λήμψῃ σεαυτῷ, λαβέ, ὅτι οὐκ ἔστιν ἑτέρα πάρεξ ταύτης ἐνταῦθα. καὶ εἶπεν Δαυιδ ᾽Ιδοὺ οὐκ ἔστιν ὥσπερ αὐτή, δός μοι αὐτήν.
Verse: 11    
καὶ ἔδωκεν αὐτὴν αὐτῷ· καὶ ἀνέστη Δαυιδ καὶ ἔϕυγεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου Σαουλ. Καὶ ἦλθεν Δαυιδ πρὸς Αγχους βασιλέα Γεθ.
Verse: 12    
καὶ εἶπαν οἱ παῖδες Αγχους πρὸς αὐτόν Οὐχὶ οὗτος Δαυιδ βασιλεὺς τῆς γῆς; οὐχὶ τούτῳ ἐξῆρχον αἱ χορεύουσαι λέγουσαι ᾽Επάταξεν Σαουλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυιδ ἐν μυριάσιν αὐτοῦ;
Verse: 13    
καὶ ἔθετο Δαυιδ τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ ἐϕοβήθη σϕόδρα ἀπὸ προσώπου Αγχους βασιλέως Γεθ.
Verse: 14    
καὶ ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ ἐνώπιον αὐτοῦ καὶ προσεποιήσατο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐτυμπάνιζεν ἐπὶ ταῖς θύραις τῆς πόλεως καὶ παρεϕέρετο ἐν ταῖς χερσὶν αὐτοῦ καὶ ἔπιπτεν ἐπὶ τὰς θύρας τῆς πύλης, καὶ τὰ σίελα αὐτοῦ κατέρρει ἐπὶ τὸν πώγωνα αὐτοῦ.
Verse: 15    
καὶ εἶπεν Αγχους πρὸς τοὺς παῖδας αὐτοῦ ᾽Ιδοὺ ἴδετε ἄνδρα ἐπίλημπτον· ἵνα τί εἰσηγάγετε αὐτὸν πρός με;
Verse: 16    
ἐλαττοῦμαι ἐπιλήμπτων ἐγώ, ὅτι εἰσαγειόχατε αὐτὸν ἐπιλημπτεύεσθαι πρός με; οὗτος οὐκ εἰσελεύσεται εἰς οἰκίαν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.