TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 287
Chapter: 27
Verse: 1
Καὶ
εἶπεν
Δαυιδ
ἐν
τῇ
καρδίᾳ
αὐτοῦ
λέγων
Νῦν
προστεθήσομαι
ἐν
ἡμέρᾳ
μιᾷ
εἰς
χεῖρας
Σαουλ
,
καὶ
οὐκ
ἔστιν
μοι
ἀγαθόν
,
ἐὰν
μὴ
σωθῶ
εἰς
γῆν
ἀλλοϕύλων
καὶ
ἀνῇ
Σαουλ
τοῦ
ζητεῖν
με
εἰς
πᾶν
ὅριον
Ισραηλ
,
καὶ
σωθήσομαι
ἐκ
χειρὸς
αὐτοῦ
.
Verse: 2
καὶ
ἀνέστη
Δαυιδ
καὶ
οἱ
τετρακόσιοι
ἄνδρες
μετ
'
αὐτοῦ
καὶ
ἐπορεύθη
πρὸς
Αγχους
υἱὸν
Αμμαχ
βασιλέα
Γεθ
.
Verse: 3
καὶ
ἐκάθισεν
Δαυιδ
μετὰ
Αγχους
ἐν
Γεθ
,
αὐτὸς
καὶ
οἱ
ἄνδρες
αὐτοῦ
,
ἕκαστος
καὶ
ὁ
οἶκος
αὐτοῦ
,
καὶ
Δαυιδ
καὶ
ἀμϕότεραι
αἱ
γυναῖκες
αὐτοῦ
Αχινααμ
ἡ
Ιεζραηλῖτις
καὶ
Αβιγαια
ἡ
γυνὴ
Ναβαλ
τοῦ
Καρμηλίου
.
Verse: 4
καὶ
ἀνηγγέλη
τῷ
Σαουλ
ὅτι
πέϕευγεν
Δαυιδ
εἰς
Γεθ
,
καὶ
οὐ
προσέθετο
ἔτι
ζητεῖν
αὐτόν
.
Verse: 5
καὶ
εἶπεν
Δαυιδ
πρὸς
Αγχους
Εἰ
δὴ
εὕρηκεν
ὁ
δοῦλός
σου
χάριν
ἐν
ὀϕθαλμοῖς
σου
,
δότωσαν
δή
μοι
τόπον
ἐν
μιᾷ
τῶν
πόλεων
τῶν
κατ
'
ἀγρὸν
καὶ
καθήσομαι
ἐκεῖ
·
καὶ
ἵνα
τί
κάθηται
ὁ
δοῦλός
σου
ἐν
πόλει
βασιλευομένῃ
μετὰ
σοῦ
;
Verse: 6
καὶ
ἔδωκεν
αὐτῷ
ἐν
τῇ
ἡμέρᾳ
ἐκείνῃ
τὴν
Σεκελακ
·
διὰ
τοῦτο
ἐγενήθη
Σεκελακ
τῷ
βασιλεῖ
τῆς
Ιουδαίας
ἕως
τῆς
ἡμέρας
ταύτης
.
Verse: 7
καὶ
ἐγενήθη
ὁ
ἀριθμὸς
τῶν
ἡμερῶν
,
ὧν
ἐκάθισεν
Δαυιδ
ἐν
ἀγρῷ
τῶν
ἀλλοϕύλων
,
τέσσαρας
μῆνας
.
Verse: 8
καὶ
ἀνέβαινεν
Δαυιδ
καὶ
οἱ
ἄνδρες
αὐτοῦ
καὶ
ἐπετίθεντο
ἐπὶ
πάντα
τὸν
Γεσιρι
καὶ
ἐπὶ
τὸν
Αμαληκίτην
·
καὶ
ἰδοὺ
ἡ
γῆ
κατῳκεῖτο
ἀπὸ
ἀνηκόντων
ἡ
ἀπὸ
Γελαμψουρ
τετειχισμένων
καὶ
ἕως
γῆς
Αἰγύπτου
.
Verse: 9
καὶ
ἔτυπτε
τὴν
γῆν
καὶ
οὐκ
ἐζωογόνει
ἄνδρα
καὶ
γυναῖκα
καὶ
ἐλάμβανεν
ποίμνια
καὶ
βουκόλια
καὶ
ὄνους
καὶ
καμήλους
καὶ
ἱματισμόν
,
καὶ
ἀνέστρεψαν
καὶ
ἤρχοντο
πρὸς
Αγχους
.
Verse: 10
καὶ
εἶπεν
Αγχους
πρὸς
Δαυιδ
᾽Επὶ
τίνα
ἐπέθεσθε
σήμερον
;
καὶ
εἶπεν
Δαυιδ
πρὸς
Αγχους
Κατὰ
νότον
τῆς
Ιουδαίας
καὶ
κατὰ
νότον
Ιεσμεγα
καὶ
κατὰ
νότον
τοῦ
Κενεζι
.
Verse: 11
καὶ
ἄνδρα
καὶ
γυναῖκα
οὐκ
ἐζωογόνησεν
τοῦ
εἰσαγαγεῖν
εἰς
Γεθ
λέγων
Μὴ
ἀναγγείλωσιν
εἰς
Γεθ
καθ
'
ἡμῶν
λέγοντες
Τάδε
Δαυιδ
ποιεῖ
.
καὶ
τόδε
τὸ
δικαίωμα
αὐτοῦ
πάσας
τὰς
ἡμέρας
,
ἃς
ἐκάθητο
Δαυιδ
ἐν
ἀγρῷ
τῶν
ἀλλοϕύλων
.
Verse: 12
καὶ
ἐπιστεύθη
Δαυιδ
ἐν
τῷ
Αγχους
σϕόδρα
λέγων
῎Ηισχυνται
αἰσχυνόμενος
ἐν
τῷ
λαῷ
αὐτοῦ
ἐν
Ισραηλ
καὶ
ἔσται
μοι
δοῦλος
εἰς
τὸν
αἰῶνα
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.