TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 289
Previous part

Chapter: 29 
Verse: 1    Καὶ συναθροίζουσιν ἀλλόϕυλοι πάσας τὰς παρεμβολὰς αὐτῶν εἰς Αϕεκ, καὶ Ισραηλ παρενέβαλεν ἐν Αενδωρ τῇ ἐν Ιεζραελ.
Verse: 2    
καὶ σατράπαι ἀλλοϕύλων παρεπορεύοντο εἰς ἑκατοντάδας καὶ χιλιάδας, καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ παρεπορεύοντο ἐπ' ἐσχάτων μετὰ Αγχους.
Verse: 3    
καὶ εἶπον οἱ σατράπαι τῶν ἀλλοϕύλων Τίνες οἱ διαπορευόμενοι οὗτοι; καὶ εἶπεν Αγχους πρὸς τοὺς στρατηγοὺς τῶν ἀλλοϕύλων Οὐχ οὗτος Δαυιδ δοῦλος Σαουλ βασιλέως Ισραηλ; γέγονεν μεθ' ἡμῶν ἡμέρας τοῦτο δεύτερον ἔτος, καὶ οὐχ εὕρηκα ἐν αὐτῷ οὐθὲν ἀϕ' ἧς ἡμέρας ἐνέπεσεν πρός με καὶ ἕως τῆς ἡμέρας ταύτης.
Verse: 4    
καὶ ἐλυπήθησαν ἐπ' αὐτῷ οἱ στρατηγοὶ τῶν ἀλλοϕύλων καὶ λέγουσιν αὐτῷ ᾽Απόστρεψον τὸν ἄνδρα εἰς τὸν τόπον αὐτοῦ, οὗ κατέστησας αὐτὸν ἐκεῖ, καὶ μὴ ἐρχέσθω μεθ' ἡμῶν εἰς τὸν πόλεμον καὶ μὴ γινέσθω ἐπίβουλος τῆς παρεμβολῆς· καὶ ἐν τίνι διαλλαγήσεται οὗτος τῷ κυρίῳ αὐτοῦ; οὐχὶ ἐν ταῖς κεϕαλαῖς τῶν ἀνδρῶν ἐκείνων;
Verse: 5    
οὐχ οὗτος Δαυιδ, ἐξῆρχον ἐν χοροῖς λέγοντες ᾽Επάταξεν Σαουλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυιδ ἐν μυριάσιν αὐτοῦ;
Verse: 6    
καὶ ἐκάλεσεν Αγχους τὸν Δαυιδ καὶ εἶπεν αὐτῷ Ζῇ κύριος ὅτι εὐθὴς σὺ καὶ ἀγαθὸς ἐν ὀϕθαλμοῖς μου, καὶ ἔξοδός σου καὶ εἴσοδός σου μετ' ἐμοῦ ἐν τῇ παρεμβολῇ, καὶ ὅτι οὐχ εὕρηκα κατὰ σοῦ κακίαν ἀϕ' ἧς ἡμέρας ἥκεις πρός με ἕως τῆς σήμερον ἡμέρας· καὶ ἐν ὀϕθαλμοῖς τῶν σατραπῶν οὐκ ἀγαθὸς σύ·
Verse: 7    
καὶ νῦν ἀνάστρεϕε καὶ πορεύου εἰς εἰρήνην, καὶ οὐ μὴ ποιήσεις κακίαν ἐν ὀϕθαλμοῖς τῶν σατραπῶν τῶν ἀλλοϕύλων.
Verse: 8    
καὶ εἶπεν Δαυιδ πρὸς Αγχους Τί πεποίηκά σοι καὶ τί εὗρες ἐν τῷ δούλῳ σου ἀϕ' ἧς ἡμέρας ἤμην ἐνώπιόν σου καὶ ἕως τῆς ἡμέρας ταύτης, ὅτι οὐ μὴ ἔλθω πολεμῆσαι τοὺς ἐχθροὺς τοῦ κυρίου μου τοῦ βασιλέως;
Verse: 9    
καὶ ἀπεκρίθη Αγχους πρὸς Δαυιδ Οἶδα ὅτι ἀγαθὸς σὺ ἐν ὀϕθαλμοῖς μου, ἀλλ' οἱ σατράπαι τῶν ἀλλοϕύλων λέγουσιν Οὐχ ἥξει μεθ' ἡμῶν εἰς πόλεμον.
Verse: 10    
καὶ νῦν ὄρθρισον τὸ πρωί, σὺ καὶ οἱ παῖδες τοῦ κυρίου σου οἱ ἥκοντες μετὰ σοῦ, καὶ πορεύεσθε εἰς τὸν τόπον, οὗ κατέστησα ὑμᾶς ἐκεῖ, καὶ λόγον λοιμὸν μὴ θῇς ἐν καρδίᾳ σου, ὅτι ἀγαθὸς σὺ ἐνώπιόν μου· καὶ ὀρθρίσατε ἐν τῇ ὁδῷ, καὶ ϕωτισάτω ὑμῖν, καὶ πορεύθητε.
Verse: 11    
καὶ ὤρθρισεν Δαυιδ αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ ἀπελθεῖν καὶ ϕυλάσσειν τὴν γῆν τῶν ἀλλοϕύλων, καὶ οἱ ἀλλόϕυλοι ἀνέβησαν πολεμεῖν ἐπὶ Ισραηλ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.