TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 294
Previous part

Chapter: 3 
Verse: 1    Καὶ ἐγένετο πόλεμος ἐπὶ πολὺ ἀνὰ μέσον τοῦ οἴκου Σαουλ καὶ ἀνὰ μέσον τοῦ οἴκου Δαυιδ· καὶ οἶκος Δαυιδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, καὶ οἶκος Σαουλ ἐπορεύετο καὶ ἠσθένει.
Verse: 2    
Καὶ ἐτέχθησαν τῷ Δαυιδ υἱοὶ ἐν Χεβρων, καὶ ἦν πρωτότοκος αὐτοῦ Αμνων τῆς Αχινοομ τῆς Ιεζραηλίτιδος,
Verse: 3    
καὶ δεύτερος αὐτοῦ Δαλουια τῆς Αβιγαιας τῆς Καρμηλίας, καὶ τρίτος Αβεσσαλωμ υἱὸς Μααχα θυγατρὸς Θολμι βασιλέως Γεσιρ,
Verse: 4    
καὶ τέταρτος Ορνια υἱὸς Φεγγιθ, καὶ πέμπτος Σαβατια τῆς Αβιταλ,
Verse: 5    
καὶ ἕκτος Ιεθερααμ τῆς Αιγλα γυναικὸς Δαυιδ· οὗτοι ἐτέχθησαν τῷ Δαυιδ ἐν Χεβρων.
Verse: 6    
Καὶ ἐγένετο ἐν τῷ εἶναι τὸν πόλεμον ἀνὰ μέσον τοῦ οἴκου Σαουλ καὶ ἀνὰ μέσον τοῦ οἴκου Δαυιδ καὶ Αβεννηρ ἦν κρατῶν τοῦ οἴκου Σαουλ.
Verse: 7    
καὶ τῷ Σαουλ παλλακὴ Ρεσϕα θυγάτηρ Ιαλ· καὶ εἶπεν Μεμϕιβοσθε υἱὸς Σαουλ πρὸς Αβεννηρ Τί ὅτι εἰσῆλθες πρὸς τὴν παλλακὴν τοῦ πατρός μου;
Verse: 8    
καὶ ἐθυμώθη σϕόδρα Αβεννηρ περὶ τοῦ λόγου Μεμϕιβοσθε, καὶ εἶπεν Αβεννηρ πρὸς αὐτόν Μὴ κεϕαλὴ κυνὸς ἐγώ εἰμι; ἐποίησα ἔλεος σήμερον μετὰ τοῦ οἴκου Σαουλ τοῦ πατρός σου καὶ περὶ ἀδελϕῶν καὶ γνωρίμων καὶ οὐκ ηὐτομόλησα εἰς τὸν οἶκον Δαυιδ· καὶ ἐπιζητεῖς ἐπ' ἐμὲ ὑπὲρ ἀδικίας γυναικὸς σήμερον;
Verse: 9    
τάδε ποιήσαι θεὸς τῷ Αβεννηρ καὶ τάδε προσθείη αὐτῷ, ὅτι καθὼς ὤμοσεν κύριος τῷ Δαυιδ, ὅτι οὕτως ποιήσω αὐτῷ ἐν τῇ ἡμέρᾳ ταύτῃ
Verse: 10    
περιελεῖν τὴν βασιλείαν ἀπὸ τοῦ οἴκου Σαουλ καὶ τοῦ ἀναστῆσαι τὸν θρόνον Δαυιδ ἐπὶ Ισραηλ καὶ ἐπὶ τὸν Ιουδαν ἀπὸ Δαν ἕως Βηρσαβεε.
Verse: 11    
καὶ οὐκ ἠδυνάσθη ἔτι Μεμϕιβοσθε ἀποκριθῆναι τῷ Αβεννηρ ῥῆμα ἀπὸ τοῦ ϕοβεῖσθαι αὐτόν.
Verse: 12    
Καὶ ἀπέστειλεν Αβεννηρ ἀγγέλους πρὸς Δαυιδ εἰς Θαιλαμ, οὗ ἦν παραχρῆμα, λέγων Διάθου διαθήκην σου μετ' ἐμοῦ, καὶ ἰδοὺ χείρ μου μετὰ σοῦ τοῦ ἐπιστρέψαι πρὸς σὲ πάντα τὸν οἶκον Ισραηλ.
Verse: 13    
καὶ εἶπεν Δαυιδ ᾽Εγὼ καλῶς διαθήσομαι πρὸς σὲ διαθήκην, πλὴν λόγον ἕνα ἐγὼ αἰτοῦμαι παρὰ σοῦ λέγων Οὐκ ὄψει τὸ πρόσωπόν μου, ἐὰν μὴ ἀγάγῃς τὴν Μελχολ θυγατέρα Σαουλ παραγινομένου σου ἰδεῖν τὸ πρόσωπόν μου.
Verse: 14    
καὶ ἐξαπέστειλεν Δαυιδ πρὸς Μεμϕιβοσθε υἱὸν Σαουλ ἀγγέλους λέγων ᾽Απόδος μοι τὴν γυναῖκά μου τὴν Μελχολ, ἣν ἔλαβον ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοϕύλων.
Verse: 15    
καὶ ἀπέστειλεν Μεμϕιβοσθε καὶ ἔλαβεν αὐτὴν παρὰ τοῦ ἀνδρὸς αὐτῆς, παρὰ Φαλτιηλ υἱοῦ Σελλης.
Verse: 16    
καὶ ἐπορεύετο ἀνὴρ αὐτῆς μετ' αὐτῆς κλαίων ὀπίσω αὐτῆς ἕως Βαρακιμ· καὶ εἶπεν πρὸς αὐτὸν Αβεννηρ Πορεύου ἀνάστρεϕε· καὶ ἀνέστρεψεν.
Verse: 17    
καὶ εἶπεν Αβεννηρ πρὸς τοὺς πρεσβυτέρους Ισραηλ λέγων ᾽Εχθὲς καὶ τρίτην ἐζητεῖτε τὸν Δαυιδ βασιλεύειν ἐϕ' ὑμῶν·
Verse: 18    
καὶ νῦν ποιήσατε, ὅτι κύριος ἐλάλησεν περὶ Δαυιδ λέγων ᾽Εν χειρὶ τοῦ δούλου μου Δαυιδ σώσω τὸν Ισραηλ ἐκ χειρὸς ἀλλοϕύλων καὶ ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτῶν.
Verse: 19    
καὶ ἐλάλησεν Αβεννηρ ἐν τοῖς ὠσὶν Βενιαμιν. καὶ ἐπορεύθη Αβεννηρ τοῦ λαλῆσαι εἰς τὰ ὦτα τοῦ Δαυιδ εἰς Χεβρων πάντα, ὅσα ἤρεσεν ἐν ὀϕθαλμοῖς Ισραηλ καὶ ἐν ὀϕθαλμοῖς παντὸς οἴκου Βενιαμιν.
Verse: 20    
Καὶ ἦλθεν Αβεννηρ πρὸς Δαυιδ εἰς Χεβρων καὶ μετ' αὐτοῦ εἴκοσι ἄνδρες. καὶ ἐποίησεν Δαυιδ τῷ Αβεννηρ καὶ τοῖς ἀνδράσιν τοῖς μετ' αὐτοῦ πότον.
Verse: 21    
καὶ εἶπεν Αβεννηρ πρὸς Δαυιδ ᾽Αναστήσομαι δὴ καὶ πορεύσομαι καὶ συναθροίσω πρὸς κύριόν μου τὸν βασιλέα πάντα Ισραηλ καὶ διαθήσομαι μετὰ σοῦ διαθήκην, καὶ βασιλεύσεις ἐπὶ πᾶσιν, οἷς ἐπιθυμεῖ ψυχή σου. καὶ ἀπέστειλεν Δαυιδ τὸν Αβεννηρ, καὶ ἐπορεύθη ἐν εἰρήνῃ.
Verse: 22    
καὶ ἰδοὺ οἱ παῖδες Δαυιδ καὶ Ιωαβ παρεγίνοντο ἐκ τῆς ἐξοδίας καὶ σκῦλα πολλὰ ἔϕερον μετ' αὐτῶν· καὶ Αβεννηρ οὐκ ἦν μετὰ Δαυιδ εἰς Χεβρων, ὅτι ἀπεστάλκει αὐτὸν καὶ ἀπεληλύθει ἐν εἰρήνῃ.
Verse: 23    
καὶ Ιωαβ καὶ πᾶσα στρατιὰ αὐτοῦ ἤχθησαν, καὶ ἀπηγγέλη τῷ Ιωαβ λέγοντες ῞Ηκει Αβεννηρ υἱὸς Νηρ πρὸς Δαυιδ, καὶ ἀπέσταλκεν αὐτὸν καὶ ἀπῆλθεν ἐν εἰρήνῃ.
Verse: 24    
καὶ εἰσῆλθεν Ιωαβ πρὸς τὸν βασιλέα καὶ εἶπεν Τί τοῦτο ἐποίησας; ἰδοὺ ἦλθεν Αβεννηρ πρὸς σέ, καὶ ἵνα τί ἐξαπέσταλκας αὐτὸν καὶ ἀπελήλυθεν ἐν εἰρήνῃ;
Verse: 25    
οὐκ οἶδας τὴν κακίαν Αβεννηρ υἱοῦ Νηρ, ὅτι ἀπατῆσαί σε παρεγένετο καὶ γνῶναι τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου καὶ γνῶναι ἅπαντα, ὅσα σὺ ποιεῖς;
Verse: 26    
καὶ ἀνέστρεψεν Ιωαβ ἀπὸ τοῦ Δαυιδ καὶ ἀπέστειλεν ἀγγέλους ὀπίσω Αβεννηρ, καὶ ἐπιστρέϕουσιν αὐτὸν ἀπὸ τοῦ ϕρέατος τοῦ Σεϊραμ· καὶ Δαυιδ οὐκ ᾔδει.
Verse: 27    
καὶ ἐπέστρεψεν Αβεννηρ εἰς Χεβρων, καὶ ἐξέκλινεν αὐτὸν Ιωαβ ἐκ πλαγίων τῆς πύλης λαλῆσαι πρὸς αὐτὸν ἐνεδρεύων καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ ἐπὶ τὴν ψόαν, καὶ ἀπέθανεν ἐν τῷ αἵματι Ασαηλ τοῦ ἀδελϕοῦ Ιωαβ.
Verse: 28    
Καὶ ἤκουσεν Δαυιδ μετὰ ταῦτα καὶ εἶπεν ᾽Αθῷός εἰμι ἐγὼ καὶ βασιλεία μου ἀπὸ κυρίου ἕως αἰῶνος ἀπὸ τῶν αἱμάτων Αβεννηρ υἱοῦ Νηρ·
Verse: 29    
καταντησάτωσαν ἐπὶ κεϕαλὴν Ιωαβ καὶ ἐπὶ πάντα τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, καὶ μὴ ἐκλίποι ἐκ τοῦ οἴκου Ιωαβ γονορρυὴς καὶ λεπρὸς καὶ κρατῶν σκυτάλης καὶ πίπτων ἐν ῥομϕαίᾳ καὶ ἐλασσούμενος ἄρτοις.
Verse: 30    
Ιωαβ δὲ καὶ Αβεσσα ἀδελϕὸς αὐτοῦ διεπαρετηροῦντο τὸν Αβεννηρ ἀνθ' ὧν ἐθανάτωσεν τὸν Ασαηλ τὸν ἀδελϕὸν αὐτῶν ἐν Γαβαων ἐν τῷ πολέμῳ.
Verse: 31    
καὶ εἶπεν Δαυιδ πρὸς Ιωαβ καὶ πρὸς πάντα τὸν λαὸν τὸν μετ' αὐτοῦ Διαρρήξατε τὰ ἱμάτια ὑμῶν καὶ περιζώσασθε σάκκους καὶ κόπτεσθε ἔμπροσθεν Αβεννηρ· καὶ βασιλεὺς Δαυιδ ἐπορεύετο ὀπίσω τῆς κλίνης.
Verse: 32    
καὶ θάπτουσιν τὸν Αβεννηρ εἰς Χεβρων· καὶ ἦρεν βασιλεὺς τὴν ϕωνὴν αὐτοῦ καὶ ἔκλαυσεν ἐπὶ τοῦ τάϕου αὐτοῦ, καὶ ἔκλαυσεν πᾶς λαὸς ἐπὶ Αβεννηρ.
Verse: 33    
καὶ ἐθρήνησεν βασιλεὺς ἐπὶ Αβεννηρ καὶ εἶπεν Εἰ κατὰ τὸν θάνατον Ναβαλ ἀποθανεῖται Αβεννηρ;
Verse: 34    
αἱ χεῖρές σου οὐκ ἐδέθησαν, οἱ πόδες σου οὐκ ἐν πέδαις· οὐ προσήγαγεν ὡς Ναβαλ, ἐνώπιον υἱῶν ἀδικίας ἔπεσας. καὶ συνήχθη πᾶς λαὸς τοῦ κλαῦσαι αὐτόν.
Verse: 35    
καὶ ἦλθεν πᾶς λαὸς περιδειπνῆσαι τὸν Δαυιδ ἄρτοις ἔτι οὔσης ἡμέρας, καὶ ὤμοσεν Δαυιδ λέγων Τάδε ποιήσαι μοι θεὸς καὶ τάδε προσθείη, ὅτι ἐὰν μὴ δύῃ ἥλιος, οὐ μὴ γεύσωμαι ἄρτου ἀπὸ παντός τινος.
Verse: 36    
καὶ ἔγνω πᾶς λαός, καὶ ἤρεσεν ἐνώπιον αὐτῶν πάντα, ὅσα ἐποίησεν βασιλεὺς ἐνώπιον τοῦ λαοῦ.
Verse: 37    
καὶ ἔγνω πᾶς λαὸς καὶ πᾶς Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι οὐκ ἐγένετο παρὰ τοῦ βασιλέως θανατῶσαι τὸν Αβεννηρ υἱὸν Νηρ.
Verse: 38    
καὶ εἶπεν βασιλεὺς πρὸς τοὺς παῖδας αὐτοῦ Οὐκ οἴδατε ὅτι ἡγούμενος μέγας πέπτωκεν ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐν τῷ Ισραηλ;
Verse: 39    
καὶ ὅτι ἐγώ εἰμι σήμερον συγγενὴς καὶ καθεσταμένος ὑπὸ βασιλέως, οἱ δὲ ἄνδρες οὗτοι υἱοὶ Σαρουιας σκληρότεροί μού εἰσιν· ἀνταποδῷ κύριος τῷ ποιοῦντι πονηρὰ κατὰ τὴν κακίαν αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.