TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 300
Previous part

Chapter: 9 
Verse: 1    Καὶ εἶπεν Δαυιδ Εἰ ἔστιν ἔτι ὑπολελειμμένος τῷ οἴκῳ Σαουλ καὶ ποιήσω μετ' αὐτοῦ ἔλεος ἕνεκεν Ιωναθαν;
Verse: 2    
καὶ ἐκ τοῦ οἴκου Σαουλ παῖς ἦν καὶ ὄνομα αὐτῷ Σιβα, καὶ καλοῦσιν αὐτὸν πρὸς Δαυιδ. καὶ εἶπεν πρὸς αὐτὸν βασιλεύς Εἰ σὺ εἶ Σιβα; καὶ εἶπεν ᾽Εγὼ δοῦλος σός.
Verse: 3    
καὶ εἶπεν βασιλεύς Εἰ ὑπολέλειπται ἐκ τοῦ οἴκου Σαουλ ἔτι ἀνὴρ καὶ ποιήσω μετ' αὐτοῦ ἔλεος θεοῦ; καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα ῎Ετι ἔστιν υἱὸς τῷ Ιωναθαν πεπληγὼς τοὺς πόδας.
Verse: 4    
καὶ εἶπεν βασιλεύς Ποῦ οὗτος; καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα ᾽Ιδοὺ ἐν οἴκῳ Μαχιρ υἱοῦ Αμιηλ ἐκ τῆς Λαδαβαρ.
Verse: 5    
καὶ ἀπέστειλεν βασιλεὺς Δαυιδ καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ οἴκου Μαχιρ υἱοῦ Αμιηλ ἐκ τῆς Λαδαβαρ.
Verse: 6    
καὶ παραγίνεται Μεμϕιβοσθε υἱὸς Ιωναθαν υἱοῦ Σαουλ πρὸς τὸν βασιλέα Δαυιδ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ. καὶ εἶπεν αὐτῷ Δαυιδ Μεμϕιβοσθε· καὶ εἶπεν ᾽Ιδοὺ δοῦλός σου.
Verse: 7    
καὶ εἶπεν αὐτῷ Δαυιδ Μὴ ϕοβοῦ, ὅτι ποιῶν ποιήσω μετὰ σοῦ ἔλεος διὰ Ιωναθαν τὸν πατέρα σου καὶ ἀποκαταστήσω σοι πάντα ἀγρὸν Σαουλ πατρὸς τοῦ πατρός σου, καὶ σὺ ϕάγῃ ἄρτον ἐπὶ τῆς τραπέζης μου διὰ παντός.
Verse: 8    
καὶ προσεκύνησεν Μεμϕιβοσθε καὶ εἶπεν Τίς εἰμι δοῦλός σου, ὅτι ἐπέβλεψας ἐπὶ τὸν κύνα τὸν τεθνηκότα τὸν ὅμοιον ἐμοί;
Verse: 9    
καὶ ἐκάλεσεν βασιλεὺς Σιβα τὸ παιδάριον Σαουλ καὶ εἶπεν πρὸς αὐτόν Πάντα, ὅσα ἐστὶν τῷ Σαουλ καὶ ὅλῳ τῷ οἴκῳ αὐτοῦ, δέδωκα τῷ υἱῷ τοῦ κυρίου σου·
Verse: 10    
καὶ ἐργᾷ αὐτῷ τὴν γῆν, σὺ καὶ οἱ υἱοί σου καὶ οἱ δοῦλοί σου, καὶ εἰσοίσεις τῷ υἱῷ τοῦ κυρίου σου ἄρτους, καὶ ἔδεται αὐτούς· καὶ Μεμϕιβοσθε υἱὸς τοῦ κυρίου σου ϕάγεται διὰ παντὸς ἄρτον ἐπὶ τῆς τραπέζης μου. [καὶ τῷ Σιβα ἦσαν πεντεκαίδεκα υἱοὶ καὶ εἴκοσι δοῦλοι.]
Verse: 11    
καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα Κατὰ πάντα, ὅσα ἐντέταλται κύριός μου βασιλεὺς τῷ δούλῳ αὐτοῦ, οὕτως ποιήσει δοῦλός σου. καὶ Μεμϕιβοσθε ἤσθιεν ἐπὶ τῆς τραπέζης Δαυιδ καθὼς εἷς τῶν υἱῶν τοῦ βασιλέως.
Verse: 12    
καὶ τῷ Μεμϕιβοσθε υἱὸς μικρὸς καὶ ὄνομα αὐτῷ Μιχα. καὶ πᾶσα κατοίκησις τοῦ οἴκου Σιβα δοῦλοι τοῦ Μεμϕιβοσθε.
Verse: 13    
καὶ Μεμϕιβοσθε κατῴκει ἐν Ιερουσαλημ, ὅτι ἐπὶ τῆς τραπέζης τοῦ βασιλέως διὰ παντὸς ἤσθιεν· καὶ αὐτὸς ἦν χωλὸς ἀμϕοτέροις τοῖς ποσὶν αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.