TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 338
Previous part

Book: Reg.IV_(Reg.II) 
ΒΑΣΙΛΕΙΩΝ Δ'


Chapter: 1 
Verse: 1    Καὶ ἠϑέτησεν Μωαβ ἐν Ισραηλ μετὰ τὸ ἀποϑανεῖν Αχααβ.
Verse: 2    
καὶ ἔπεσεν Οχοζιας διὰ τοῦ δικτυωτοῦ τοῦ ἐν τῷ ὑπερῴῳ αὐτοῦ τῷ ἐν Σαμαρείᾳ καὶ ἠρρώστησεν. καὶ ἀπέστειλεν ἀγγέλους καὶ εἶπεν πρὸς αὐτούς Δεῦτε καὶ ἐπιζητήσατε ἐν τῇ Βααλ μυῖαν ϑεὸν Ακκαρων εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης· καὶ ἐπορεύϑησαν ἐπερωτῆσαι δι' αὐτοῦ.
Verse: 3    
καὶ ἄγγελος κυρίου ἐλάλησεν πρὸς Ηλιου τὸν Θεσβίτην λέγων ᾽Αναστὰς δεῦρο εἰς συνάντησιν τῶν ἀγγέλων Οχοζιου βασιλέως Σαμαρείας καὶ λαλήσεις πρὸς αὐτούς Εἰ παρὰ τὸ μὴ εἶναι ϑεὸν ἐν Ισραηλ ὑμεῖς πορεύεσϑε ἐπιζητῆσαι ἐν τῇ Βααλ μυῖαν ϑεὸν Ακκαρων;
Verse: 4    
καὶ οὐχ οὕτως· ὅτι τάδε λέγει κύριος ῾Η κλίνη, ἐϕ' ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπ' αὐτῆς, ὅτι ἐκεῖ ϑανάτῳ ἀποϑανῇ. καὶ ἐπορεύϑη Ηλιου καὶ εἶπεν πρὸς αὐτούς.
Verse: 5    
καὶ ἐπεστράϕησαν οἱ ἄγγελοι πρὸς αὐτόν, καὶ εἶπεν πρὸς αὐτούς Τί ὅτι ἐπεστρέψατε;
Verse: 6    
καὶ εἶπαν πρὸς αὐτόν ᾽Ανὴρ ἀνέβη εἰς συνάντησιν ἡμῶν καὶ εἶπεν πρὸς ἡμᾶς Δεῦτε ἐπιστράϕητε πρὸς τὸν βασιλέα τὸν ἀποστείλαντα ὑμᾶς καὶ λαλήσατε πρὸς αὐτόν Τάδε λέγει κύριος Εἰ παρὰ τὸ μὴ εἶναι ϑεὸν ἐν Ισραηλ σὺ πορεύῃ ζητῆσαι ἐν τῇ Βααλ μυῖαν ϑεὸν Ακκαρων; οὐχ οὕτως· κλίνη, ἐϕ' ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπ' αὐτῆς, ὅτι ϑανάτῳ ἀποϑανῇ.
Verse: 7    
καὶ ἐλάλησεν πρὸς αὐτοὺς λέγων Τίς κρίσις τοῦ ἀνδρὸς τοῦ ἀναβάντος εἰς συνάντησιν ὑμῖν καὶ λαλήσαντος πρὸς ὑμᾶς τοὺς λόγους τούτους;
Verse: 8    
καὶ εἶπον πρὸς αὐτόν ᾽Ανὴρ δασὺς καὶ ζώνην δερματίνην περιεζωσμένος τὴν ὀσϕὺν αὐτοῦ. καὶ εἶπεν Ηλιου Θεσβίτης οὗτός ἐστιν.
Verse: 9    
καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἡγούμενον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἀνέβη καὶ ἦλϑεν πρὸς αὐτόν, καὶ ἰδοὺ Ηλιου ἐκάϑητο ἐπὶ τῆς κορυϕῆς τοῦ ὄρους. καὶ ἐλάλησεν πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν ῎Ανϑρωπε τοῦ ϑεοῦ, βασιλεὺς ἐκάλεσέν σε, κατάβηϑι.
Verse: 10    
καὶ ἀπεκρίϑη Ηλιου καὶ εἶπεν πρὸς τὸν πεντηκόνταρχον Καὶ εἰ ἄνϑρωπος τοῦ ϑεοῦ ἐγώ, καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταϕάγεταί σε καὶ τοὺς πεντήκοντά σου· καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέϕαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ.
Verse: 11    
καὶ προσέϑετο βασιλεὺς καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἄλλον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἀνέβη καὶ ἐλάλησεν πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν ῎Ανϑρωπε τοῦ ϑεοῦ, τάδε λέγει βασιλεύς Ταχέως κατάβηϑι.
Verse: 12    
καὶ ἀπεκρίϑη Ηλιου καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν Εἰ ἄνϑρωπος τοῦ ϑεοῦ ἐγώ εἰμι, καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταϕάγεταί σε καὶ τοὺς πεντήκοντά σου· καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέϕαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ.
Verse: 13    
καὶ προσέϑετο βασιλεὺς ἔτι ἀποστεῖλαι ἡγούμενον πεντηκόνταρχον τρίτον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἦλϑεν πρὸς αὐτὸν πεντηκόνταρχος τρίτος καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ κατέναντι Ηλιου καὶ ἐδεήϑη αὐτοῦ καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν ῎Ανϑρωπε τοῦ ϑεοῦ, ἐντιμωϑήτω δὴ ψυχή μου καὶ ψυχὴ τῶν δούλων σου τούτων τῶν πεντήκοντα ἐν ὀϕϑαλμοῖς σου·
Verse: 14    
ἰδοὺ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέϕαγεν τοὺς δύο πεντηκοντάρχους τοὺς πρώτους καὶ τοὺς πεντήκοντα αὐτῶν, καὶ νῦν ἐντιμωϑήτω δὴ ψυχὴ τῶν δούλων σου ἐν ὀϕϑαλμοῖς σου.
Verse: 15    
καὶ ἐλάλησεν ἄγγελος κυρίου πρὸς Ηλιου καὶ εἶπεν Κατάβηϑι μετ' αὐτοῦ, μὴ ϕοβηϑῇς ἀπὸ προσώπου αὐτῶν· καὶ ἀνέστη Ηλιου καὶ κατέβη μετ' αὐτοῦ πρὸς τὸν βασιλέα.
Verse: 16    
καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν Ηλιου Τάδε λέγει κύριος Τί ὅτι ἀπέστειλας ἀγγέλους ζητῆσαι ἐν τῇ Βααλ μυῖαν ϑεὸν Ακκαρων; οὐχ οὕτως· κλίνη, ἐϕ' ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπ' αὐτῆς, ὅτι ϑανάτῳ ἀποϑανῇ.
Verse: 17    
καὶ ἀπέϑανεν κατὰ τὸ ῥῆμα κυρίου, ἐλάλησεν Ηλιου.
Verse: 18    
καὶ τὰ λοιπὰ τῶν λόγων Οχοζιου, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ;
Verse: 18a    
Καὶ Ιωραμ υἱὸς Αχααβ βασιλεύει ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ ἔτη δέκα δύο ἐν ἔτει ὀκτωκαιδεκάτῳ Ιωσαϕατ βασιλέως Ιουδα.
Verse: 18b    
καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου, πλὴν οὐχ ὡς οἱ ἀδελϕοὶ αὐτοῦ οὐδὲ ὡς μήτηρ αὐτοῦ·
Verse: 18c    
καὶ ἀπέστησεν τὰς στήλας τοῦ Βααλ, ἃς ἐποίησεν πατὴρ αὐτοῦ, καὶ συνέτριψεν αὐτάς· πλὴν ἐν ταῖς ἁμαρτίαις οἴκου Ιεροβοαμ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ, ἐκολλήϑη, οὐκ ἀπέστη ἀπ' αὐτῶν.
Verse: 18d    
καὶ ἐϑυμώϑη ὀργῇ κύριος εἰς τὸν οἶκον Αχααβ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.