TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 508
Chapter: 9
Verse: 1
Τότε
ἐκάλεσεν
Τωβιας
Ραϕαηλ
καὶ
εἶπεν
αὐτῷ
Verse: 2
Αζαρια
ἄδελϕε
,
παράλαβε
μετὰ
σεαυτοῦ
τέσσαρας
οἰκέτας
καὶ
καμήλους
δύο
καὶ
πορεύθητι
εἰς
῾Ράγας
καὶ
ἧκε
παρὰ
Γαβαήλῳ
καὶ
δὸς
αὐτῷ
τὸ
χειρόγραϕον
καὶ
κόμισαι
τὸ
ἀργύριον
καὶ
παράλαβε
αὐτὸν
μετὰ
σοῦ
εἰς
τοὺς
γάμους
·
Verse: 3-4
σὺ
γὰρ
γινώσκεις
ὅτι
ἔσται
ἀριθμῶν
ὁ
πατὴρ
τὰς
ἡμέρας
,
καὶ
ἐὰν
χρονίσω
ἡμέραν
μίαν
,
λυπήσω
αὐτὸν
λίαν
·
καὶ
θεωρεῖς
τί
ὤμοσεν
Ραγουηλ
,
καὶ
οὐ
δύναμαι
παραβῆναι
τὸν
ὅρκον
αὐτοῦ
.
Verse: 5
καὶ
ἐπορεύθη
Ραϕαηλ
καὶ
οἱ
τέσσαρες
οἰκέται
καὶ
αἱ
δύο
κάμηλοι
εἰς
῾Ράγας
τῆς
Μηδίας
καὶ
ηὐλίσθησαν
παρὰ
Γαβαήλῳ
·
καὶ
ἔδωκεν
αὐτῷ
τὸ
χειρόγραϕον
αὐτοῦ
καὶ
ὑπέδειξεν
αὐτῷ
περὶ
Τωβιου
τοῦ
υἱοῦ
Τωβιθ
ὅτι
ἔλαβεν
γυναῖκα
καὶ
ὅτι
καλεῖ
αὐτὸν
εἰς
τὸν
γάμον
.
καὶ
ἀναστὰς
παρηρίθμησεν
αὐτῷ
τὰ
θυλάκια
σὺν
ταῖς
σϕραγῖσιν
,
καὶ
συνέθηκαν
αὐτά
.
Verse: 6
καὶ
ὤρθρισαν
κοινῶς
καὶ
εἰσῆλθον
εἰς
τὸν
γάμον
.
καὶ
εἰσῆλθον
εἰς
τὰ
Ραγουηλ
καὶ
εὗρον
Τωβιαν
ἀνακείμενον
,
καὶ
ἀνεπήδησεν
καὶ
ἠσπάσατο
αὐτόν
,
καὶ
ἔκλαυσεν
καὶ
εὐλόγησεν
αὐτὸν
καὶ
εἶπεν
αὐτῷ
Καλὲ
καὶ
ἀγαθέ
,
ἀνδρὸς
καλοῦ
καὶ
ἀγαθοῦ
,
δικαίου
καὶ
ἐλεημοποιοῦ
,
δῴη
σοι
κύριος
εὐλογίαν
οὐρανοῦ
καὶ
τῇ
γυναικί
σου
καὶ
τῷ
πατρί
σου
καὶ
τῇ
μητρὶ
τῆς
γυναικός
σου
·
εὐλογητὸς
ὁ
θεός
,
ὅτι
εἶδον
Τωβιν
τὸν
ἀνεψιόν
μου
ὅμοιον
αὐτῷ
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.