TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 549
Chapter: 5
Verse: 1
Τότε
προσκαλεσάμενος
῞Ερμωνα
τὸν
πρὸς
τῇ
τῶν
ἐλεϕάντων
ἐπιμελείᾳ
βαρείᾳ
μεμεστωμένος
ὀργῇ
καὶ
χόλῳ
κατὰ
πᾶν
ἀμετάθετος
Verse: 2
ἐκέλευσεν
ὑπὸ
τὴν
ἐπερχομένην
ἡμέραν
δαψιλέσι
δράκεσι
λιβανωτοῦ
καὶ
οἴνῳ
πλείονι
ἀκράτῳ
ἅπαντας
τοὺς
ἐλέϕαντας
ποτίσαι
ὄντας
τὸν
ἀριθμὸν
πεντακοσίους
καὶ
ἀγριωθέντας
τῇ
τοῦ
πόματος
ἀϕθόνῳ
χορηγίᾳ
εἰσαγαγεῖν
πρὸς
συνάντησιν
τοῦ
μόρου
τῶν
Ιουδαίων
.
Verse: 3
ὁ
μὲν
τάδε
προστάσσων
ἐτρέπετο
πρὸς
τὴν
εὐωχίαν
συναγαγὼν
τοὺς
μάλιστα
τῶν
ϕίλων
καὶ
τῆς
στρατιᾶς
ἀπεχθῶς
ἔχοντας
πρὸς
τοὺς
Ιουδαίους
.
Verse: 4
ὁ
δὲ
ἐλεϕαντάρχης
τὸ
προσταγὲν
ἀραρότως
῞Ερμων
συνετέλει
.
Verse: 5
οἵ
τε
πρὸς
τούτοις
λειτουργοὶ
κατὰ
τὴν
ἑσπέραν
ἐξιόντες
τὰς
τῶν
ταλαιπωρούντων
ἐδέσμευον
χεῖρας
τήν
τε
λοιπὴν
ἐμηχανῶντο
περὶ
αὐτοὺς
ἀσϕάλειαν
ἔννυχον
δόξαντες
ὁμοῦ
λήμψεσθαι
τὸ
ϕῦλον
πέρας
τῆς
ὀλεθρίας
.
Verse: 6
οἱ
δὲ
πάσης
σκέπης
ἔρημοι
δοκοῦντες
εἶναι
τοῖς
ἔθνεσιν
Ιουδαῖοι
διὰ
τὴν
πάντοθεν
περιέχουσαν
αὐτοὺς
μετὰ
δεσμῶν
ἀνάγκην
Verse: 7
τὸν
παντοκράτορα
κύριον
καὶ
πάσης
δυνάμεως
δυναστεύοντα
,
ἐλεήμονα
θεὸν
αὐτῶν
καὶ
πατέρα
,
δυσκαταπαύστῳ
βοῇ
πάντες
μετὰ
δακρύων
ἐπεκαλέσαντο
δεόμενοι
Verse: 8
τὴν
κατ
'
αὐτῶν
μεταστρέψαι
βουλὴν
ἀνοσίαν
καὶ
ῥύσασθαι
αὐτοὺς
μετὰ
μεγαλομεροῦς
ἐπιϕανείας
ἐκ
τοῦ
παρὰ
πόδας
ἐν
ἑτοίμῳ
μόρου
.
Verse: 9
τούτων
μὲν
οὖν
ἐκτενῶς
ἡ
λιτανεία
ἀνέβαινεν
εἰς
τὸν
οὐρανόν
.
Verse: 10
῾Ο
δὲ
῞Ερμων
τοὺς
ἀνηλεεῖς
ἐλέϕαντας
ποτίσας
πεπληρωμένους
τῆς
τοῦ
οἴνου
πολλῆς
χορηγίας
καὶ
τοῦ
λιβάνου
μεμεστωμένους
ὄρθριος
ἐπὶ
τὴν
αὐλὴν
παρῆν
περὶ
τούτων
προσαγγεῖλαι
τῷ
βασιλεῖ
.
Verse: 11
τὸ
δὲ
ἀπ
'
αἰῶνος
χρόνου
κτίσμα
καλὸν
ἐν
νυκτὶ
καὶ
ἡμέρᾳ
ἐπιβαλλόμενον
ὑπὸ
τοῦ
χαριζομένου
πᾶσιν
,
οἷς
ἂν
αὐτὸς
θελήσῃ
,
ὕπνου
μέρος
ἀπέστειλεν
εἰς
τὸν
βασιλέα
,
Verse: 12
καὶ
ἡδίστῳ
καὶ
βαθεῖ
κατεσχέθη
τῇ
ἐνεργείᾳ
τοῦ
δεσπότου
τῆς
ἀθέσμου
μὲν
προθέσεως
πολὺ
διεσϕαλμένος
,
τοῦ
δὲ
ἀμεταθέτου
λογισμοῦ
μεγάλως
διεψευσμένος
.
Verse: 13
οἵ
τε
Ιουδαῖοι
τὴν
προσημανθεῖσαν
ὥραν
διαϕυγόντες
τὸν
ἅγιον
ᾔνουν
θεὸν
αὐτῶν
καὶ
πάλιν
ἠξίουν
τὸν
εὐκατάλλακτον
δεῖξαι
μεγαλοσθενοῦς
ἑαυτοῦ
χειρὸς
κράτος
ἔθνεσιν
ὑπερηϕάνοις
.
Verse: 14
μεσούσης
δὲ
ἤδη
δεκάτης
ὥρας
σχεδὸν
ὁ
πρὸς
ταῖς
κλήσεσιν
τεταγμένος
ἀθρόους
τοὺς
κλητοὺς
ἰδὼν
ἔνυξεν
προσελθὼν
τὸν
βασιλέα
.
Verse: 15
καὶ
μόλις
διεγείρας
ὑπέδειξε
τὸν
τῆς
συμποσίας
καιρὸν
ἤδη
παρατρέχοντα
τὸν
περὶ
τούτων
λόγον
ποιούμενος
.
Verse: 16
ὃν
ὁ
βασιλεὺς
λογισάμενος
καὶ
τραπεὶς
εἰς
τὸν
πότον
ἐκέλευσεν
τοὺς
παραγεγονότας
ἐπὶ
τὴν
συμποσίαν
ἄντικρυς
ἀνακλῖναι
αὐτοῦ
.
Verse: 17
οὗ
καὶ
γενομένου
παρῄνει
εἰς
εὐωχίαν
δόντας
ἑαυτοὺς
τὸ
παρὸν
τῆς
συμποσίας
ἐπὶ
πολὺ
γεραιρομένους
εἰς
εὐϕροσύνην
καταθέσθαι
μέρος
.
Verse: 18
ἐπὶ
πλεῖον
δὲ
προβαινούσης
τῆς
ὁμιλίας
τὸν
῞Ερμωνα
προσκαλεσάμενος
ὁ
βασιλεὺς
μετὰ
πικρᾶς
ἀπειλῆς
ἐπυνθάνετο
,
τίνος
ἕνεκεν
αἰτίας
εἰάθησαν
οἱ
Ιουδαῖοι
τὴν
περιοῦσαν
ἡμέραν
περιβεβιωκότες
.
Verse: 19
τοῦ
δὲ
ὑποδείξαντος
ἔτι
νυκτὸς
τὸ
προσταγὲν
ἐπὶ
τέλος
ἀγειοχέναι
καὶ
τῶν
ϕίλων
αὐτῷ
προσμαρτυρησάντων
Verse: 20
τὴν
ὠμότητα
χείρονα
Φαλάριδος
ἐσχηκὼς
ἔϕη
τῷ
τῆς
σήμερον
ὕπνῳ
χάριν
ἔχειν
αὐτούς
·
ἀνυπερθέτως
δὲ
εἰς
τὴν
ἐπιτελοῦσαν
ἡμέραν
κατὰ
τὸ
ὅμοιον
ἑτοίμασον
τοὺς
ἐλέϕαντας
ἐπὶ
τὸν
τῶν
ἀθεμίτων
Ιουδαίων
ἀϕανισμόν
.
Verse: 21
εἰπόντος
δὲ
τοῦ
βασιλέως
ἀσμένως
πάντες
μετὰ
χαρᾶς
οἱ
παρόντες
ὁμοῦ
συναινέσαντες
εἰς
τὸν
ἴδιον
οἶκον
ἕκαστος
ἀνέλυσεν
.
Verse: 22
καὶ
οὐχ
οὕτως
εἰς
ὕπνον
κατεχρήσαντο
τὸν
χρόνον
τῆς
νυκτός
,
ὡς
εἰς
τὸ
παντοίους
μηχανᾶσθαι
τοῖς
ταλαιπώροις
δοκοῦσιν
ἐμπαιγμούς
.
Verse: 23
῎Αρτι
δὲ
ἀλεκτρυὼν
ἐκέκραγεν
ὄρθριος
,
καὶ
τὰ
θηρία
καθωπλικὼς
ὁ
῞Ερμων
ἐν
τῷ
μεγάλῳ
περιστύλῳ
διεκίνει
.
Verse: 24
τὰ
δὲ
κατὰ
τὴν
πόλιν
πλήθη
συνήθροιστο
πρὸς
τὴν
οἰκτροτάτην
θεωρίαν
προσδοκῶντα
τὴν
πρωίαν
μετὰ
σπουδῆς
.
Verse: 25
οἱ
δὲ
Ιουδαῖοι
κατὰ
τὸν
ἀμερῆ
ψυχουλκούμενοι
χρόνον
πολύδακρυν
ἱκετείαν
ἐν
μέλεσιν
γοεροῖς
τείνοντες
τὰς
χεῖρας
εἰς
τὸν
οὐρανὸν
ἐδέοντο
τοῦ
μεγίστου
θεοῦ
πάλιν
αὐτοῖς
βοηθῆσαι
συντόμως
.
Verse: 26
οὔπω
δὲ
ἡλίου
βολαὶ
κατεσπείροντο
,
καὶ
τοῦ
βασιλέως
τοὺς
ϕίλους
ἐκδεχομένου
ὁ
῞Ερμων
παραστὰς
ἐκάλει
πρὸς
τὴν
ἔξοδον
ὑποδεικνύων
τὸ
πρόθυμον
τοῦ
βασιλέως
ἐν
ἑτοίμῳ
κεῖσθαι
.
Verse: 27
τοῦ
δὲ
ἀποδεξαμένου
καὶ
καταπλαγέντος
ἐπὶ
τῇ
παρανόμῳ
ἐξόδῳ
κατὰ
πᾶν
ἀγνωσίᾳ
κεκρατημένος
ἐπυνθάνετο
,
τί
τὸ
πρᾶγμα
,
ἐϕ
'
οὗ
τοῦτο
αὐτῷ
μετὰ
σπουδῆς
τετέλεσται
·
Verse: 28
τοῦτο
δὲ
ἦν
ἡ
ἐνέργεια
τοῦ
πάντα
δεσποτεύοντος
θεοῦ
τῶν
πρὶν
αὐτῷ
μεμηχανημένων
λήθην
κατὰ
διάνοιαν
ἐντεθεικότος
.
Verse: 29
ὑπεδείκνυεν
ὁ
῞Ερμων
καὶ
πάντες
οἱ
ϕίλοι
τὰ
θηρία
καὶ
τὰς
δυνάμεις
ἡτοιμάσθαι
,
βασιλεῦ
,
κατὰ
τὴν
σὴν
ἐκτενῆ
πρόθεσιν
.
Verse: 30
ὁ
δὲ
ἐπὶ
τοῖς
ῥηθεῖσιν
πληρωθεὶς
βαρεῖ
χόλῳ
διὰ
τὸ
περὶ
τούτων
προνοίᾳ
θεοῦ
διεσκεδάσθαι
πᾶν
αὐτοῦ
τὸ
νόημα
ἐνατενίσας
μετὰ
ἀπειλῆς
εἶπεν
Verse: 31
῞Οσοι
γονεῖς
παρῆσαν
ἢ
παίδων
γόνοι
,
τήνδε
θηρσὶν
ἀγρίοις
ἐσκεύασα
ἂν
δαψιλῆ
θοῖναν
ἀντὶ
τῶν
ἀνεγκλήτων
ἐμοὶ
καὶ
προγόνοις
ἐμοῖς
ἀποδεδειγμένων
ὁλοσχερῆ
βεβαίαν
πίστιν
ἐξόχως
Ιουδαίων
.
Verse: 32
καίπερ
εἰ
μὴ
διὰ
τὴν
τῆς
συντροϕίας
στοργὴν
καὶ
τῆς
χρείας
,
τὸ
ζῆν
ἀντὶ
τούτων
ἐστερήθης
.
Verse: 33
οὕτως
ὁ
῞Ερμων
ἀπροσδόκητον
ἐπικίνδυνον
ὑπήνεγκεν
ἀπειλὴν
καὶ
τῇ
ὁράσει
καὶ
τῷ
προσώπῳ
συνεστάλη
.
Verse: 34
ὁ
καθεῖς
δὲ
τῶν
ϕίλων
σκυθρωπῶς
ὑπεκρέων
τοὺς
συνηθροισμένους
ἀπέλυσαν
ἕκαστον
ἐπὶ
τὴν
ἰδίαν
ἀσχολίαν
.
Verse: 35
οἵ
τε
Ιουδαῖοι
τὰ
παρὰ
τοῦ
βασιλέως
ἀκούσαντες
τὸν
ἐπιϕανῆ
θεὸν
κύριον
βασιλέα
τῶν
βασιλέων
ᾔνουν
καὶ
τῆσδε
τῆς
βοηθείας
αὐτοῦ
τετευχότες
.
Verse: 36
Κατὰ
δὲ
τοὺς
αὐτοὺς
νόμους
ὁ
βασιλεὺς
συστησάμενος
πᾶν
τὸ
συμπόσιον
εἰς
εὐϕροσύνην
τραπῆναι
παρεκάλει
.
Verse: 37
τὸν
δὲ
῞Ερμωνα
προσκαλεσάμενος
μετὰ
ἀπειλῆς
εἶπεν
Ποσάκις
δὲ
δεῖ
σοι
περὶ
τούτων
αὐτῶν
προστάττειν
,
ἀθλιώτατε
;
Verse: 38
τοὺς
ἐλέϕαντας
ἔτι
καὶ
νῦν
καθόπλισον
εἰς
τὴν
αὔριον
ἐπὶ
τὸν
τῶν
Ιουδαίων
ἀϕανισμόν
.
Verse: 39
οἱ
δὲ
συνανακείμενοι
συγγενεῖς
τὴν
ἀσταθῆ
διάνοιαν
αὐτοῦ
θαυμάζοντες
προεϕέροντο
τάδε
Verse: 40
Βασιλεῦ
,
μέχρι
τίνος
ὡς
ἀλόγους
ἡμᾶς
διαπειράζεις
προστάσσων
ἤδη
τρίτον
αὐτοὺς
ἀϕανίσαι
καὶ
πάλιν
ἐπὶ
τῶν
πραγμάτων
ἐκ
μεταβολῆς
ἀναλύων
τὰ
σοὶ
δεδογμένα
;
Verse: 41
ὧν
χάριν
ἡ
πόλις
διὰ
τὴν
προσδοκίαν
ὀχλεῖ
καὶ
πληθύουσα
συστροϕαῖς
ἤδη
καὶ
κινδυνεύει
πολλάκις
διαρπασθῆναι
.
Verse: 42
ὅθεν
ὁ
κατὰ
πάντα
Φάλαρις
βασιλεὺς
ἐμπληθυνθεὶς
ἀλογιστίας
καὶ
τὰς
γινομένας
πρὸς
ἐπισκοπὴν
τῶν
Ιουδαίων
ἐν
αὐτῷ
μεταβολὰς
τῆς
ψυχῆς
παρ
'
οὐδὲν
ἡγούμενος
ἀτελέστατον
βεβαίως
ὅρκον
ὁρισάμενος
τούτους
μὲν
ἀνυπερθέτως
πέμψειν
εἰς
ᾅδην
ἐν
γόνασιν
καὶ
ποσὶν
θηρίων
ᾐκισμένους
,
Verse: 43
ἐπιστρατεύσαντα
δὲ
ἐπὶ
τὴν
Ιουδαίαν
ἰσόπεδον
πυρὶ
καὶ
δόρατι
θήσεσθαι
διὰ
τάχους
καὶ
τὸν
ἄβατον
ἡμῖν
αὐτῶν
ναὸν
πυρὶ
πρηνέα
ἐν
τάχει
τῶν
συντελούντων
ἐκεῖ
θυσίας
ἔρημον
εἰς
τὸν
ἅπαντα
χρόνον
καταστήσειν
.
Verse: 44
τότε
περιχαρεῖς
ἀναλύσαντες
οἱ
ϕίλοι
καὶ
συγγενεῖς
μετὰ
πίστεως
διέτασσον
τὰς
δυνάμεις
ἐπὶ
τοὺς
εὐκαιροτάτους
τόπους
τῆς
πόλεως
πρὸς
τὴν
τήρησιν
.
Verse: 45
ὁ
δὲ
ἐλεϕαντάρχης
τὰ
θηρία
σχεδὸν
ὡς
εἰπεῖν
εἰς
κατάστεμα
μανιῶδες
ἀγειοχὼς
εὐωδεστάτοις
πόμασιν
οἴνου
λελιβανωμένου
ϕοβερῶς
κεκοσμημένα
κατασκευαῖς
Verse: 46
περὶ
τὴν
ἕω
τῆς
πόλεως
ἤδη
πλήθεσιν
ἀναριθμήτοις
κατὰ
τοῦ
ἱπποδρόμου
καταμεμεστωμένης
εἰσελθὼν
εἰς
τὴν
αὐλὴν
ἐπὶ
τὸ
προκείμενον
ὤτρυνε
τὸν
βασιλέα
.
Verse: 47
ὁ
δὲ
ὀργῇ
βαρείᾳ
γεμίσας
δυσσεβῆ
ϕρένα
παντὶ
τῷ
βάρει
σὺν
τοῖς
θηρίοις
ἐξώρμησε
βουλόμενος
ἀτρώτῳ
καρδίᾳ
καὶ
κόραις
ὀϕθαλμῶν
θεάσασθαι
τὴν
ἐπίπονον
καὶ
ταλαίπωρον
τῶν
προσεσημαμμένων
καταστροϕήν
.
Verse: 48
ὡς
δὲ
τῶν
ἐλεϕάντων
ἐξιόντων
περὶ
πύλην
καὶ
τῆς
συνεπομένης
ἐνόπλου
δυνάμεως
τῆς
τε
τοῦ
πλήθους
πορείας
κονιορτὸν
ἰδόντες
καὶ
βαρυηχῆ
θόρυβον
ἀκούσαντες
οἱ
Ιουδαῖοι
Verse: 49
ὑστάτην
βίου
ῥοπὴν
αὐτοῖς
ἐκείνην
δόξαντες
εἶναι
τὸ
τέλος
τῆς
ἀθλιωτάτης
προσδοκίας
εἰς
οἶκτον
καὶ
γόους
τραπέντες
κατεϕίλουν
ἀλλήλους
περιπλεκόμενοι
τοῖς
συγγενέσιν
ἐπὶ
τοὺς
τραχήλους
ἐπιπίπτοντες
,
γονεῖς
παισὶν
καὶ
μητέρες
νεάνισιν
,
ἕτεραι
δὲ
νεογνὰ
πρὸς
μαστοὺς
ἔχουσαι
βρέϕη
τελευταῖον
ἕλκοντα
γάλα
.
Verse: 50
οὐ
μὴν
δὲ
ἀλλὰ
καὶ
τὰς
ἔμπροσθεν
αὐτῶν
γεγενημένας
ἀντιλήμψεις
ἐξ
οὐρανοῦ
συνιδόντες
πρηνεῖς
ὁμοθυμαδὸν
ῥίψαντες
ἑαυτοὺς
καὶ
τὰ
νήπια
χωρίσαντες
τῶν
μαστῶν
Verse: 51
ἀνεβόησαν
ϕωνῇ
μεγάλῃ
σϕόδρα
τὸν
τῆς
ἁπάσης
δυνάμεως
δυνάστην
ἱκετεύοντες
οἰκτῖραι
μετὰ
ἐπιϕανείας
αὐτοὺς
ἤδη
πρὸς
πύλαις
ᾅδου
καθεστῶτας
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.