TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 552
Previous part

Book: Macc.IV 
ΜΑΚΚΑΒΑΙΩΝ Δ'


Chapter: 1 
Verse: 1    Φιλοσοϕώτατον λόγον ἐπιδείκνυσθαι μέλλων, εἰ αὐτοδέσποτός ἐστιν τῶν παθῶν εὐσεβὴς λογισμός, συμβουλεύσαιμ' ἂν ὑμῖν ὀρθῶς ὅπως προσέχητε προθύμως τῇ ϕιλοσοϕίᾳ.
Verse: 2    
καὶ γὰρ ἀναγκαῖος εἰς ἐπιστήμην παντὶ λόγος καὶ ἄλλως τῆς μεγίστης ἀρετῆς, λέγω δὴ ϕρονήσεως, περιέχει ἔπαινον.
Verse: 3    
εἰ ἄρα τῶν σωϕροσύνης κωλυτικῶν παθῶν λογισμὸς ϕαίνεται ἐπικρατεῖν, γαστριμαργίας τε καὶ ἐπιθυμίας,
Verse: 4    
ἀλλὰ καὶ τῶν τῆς δικαιοσύνης ἐμποδιστικῶν παθῶν κυριεύειν ἀναϕαίνεται, οἷον κακοηθείας, καὶ τῶν τῆς ἀνδρείας ἐμποδιστικῶν παθῶν, θυμοῦ τε καὶ ϕόβου καὶ πόνου.
Verse: 5    
πῶς οὖν, ἴσως εἴποιεν ἄν τινες, εἰ τῶν παθῶν λογισμὸς κρατεῖ, λήθης καὶ ἀγνοίας οὐ δεσπόζει; γελοῖον ἐπιχειροῦντες λέγειν.
Verse: 6    
οὐ γὰρ τῶν αὑτοῦ παθῶν λογισμὸς κρατεῖ, ἀλλὰ τῶν τῆς δικαιοσύνης καὶ ἀνδρείας καὶ σωϕροσύνης ἐναντίων, καὶ τούτων οὐχ ὥστε αὐτὰ καταλῦσαι, ἀλλ' ὥστε αὐτοῖς μὴ εἶξαι.
Verse: 7    
πολλαχόθεν μὲν οὖν καὶ ἀλλαχόθεν ἔχοιμ' ἂν ὑμῖν ἐπιδεῖξαι ὅτι αὐτοκράτωρ ἐστὶν τῶν παθῶν λογισμός,
Verse: 8    
πολὺ δὲ πλέον τοῦτο ἀποδείξαιμι ἀπὸ τῆς ἀνδραγαθίας τῶν ὑπὲρ ἀρετῆς ἀποθανόντων, Ελεαζαρου τε καὶ τῶν ἑπτὰ ἀδελϕῶν καὶ τῆς τούτων μητρός.
Verse: 9    
ἅπαντες γὰρ οὗτοι τοὺς ἕως θανάτου πόνους ὑπεριδόντες ἐπεδείξαντο ὅτι περικρατεῖ τῶν παθῶν λογισμός.
Verse: 10    
τῶν μὲν οὖν ἀρετῶν ἔπεστί μοι ἐπαινεῖν τοὺς κατὰ τοῦτον τὸν καιρὸν ὑπὲρ τῆς καλοκἀγαθίας ἀποθανόντας μετὰ τῆς μητρὸς ἄνδρας, τῶν δὲ τιμῶν μακαρίσαιμ' ἄν.
Verse: 11    
θαυμασθέντες γὰρ οὐ μόνον ὑπὸ πάντων ἀνθρώπων ἐπὶ τῇ ἀνδρείᾳ καὶ ὑπομονῇ, ἀλλὰ καὶ ὑπὸ τῶν αἰκισαμένων, αἴτιοι κατέστησαν τοῦ καταλυθῆναι τὴν κατὰ τοῦ ἔθνους τυραννίδα νικήσαντες τὸν τύραννον τῇ ὑπομονῇ ὥστε καθαρισθῆναι δι' αὐτῶν τὴν πατρίδα.
Verse: 12    
ἀλλὰ καὶ περὶ τούτου νῦν αὐτίκα δὴ λέγειν ἐξέσται ἀρξαμένῳ τῆς ὑποθέσεως, ὅπερ εἴωθα ποιεῖν, καὶ οὕτως εἰς τὸν περὶ αὐτῶν τρέψομαι λόγον δόξαν διδοὺς τῷ πανσόϕῳ θεῷ.
Verse: 13    
Ζητοῦμεν δὴ τοίνυν εἰ αὐτοκράτωρ ἐστὶν τῶν παθῶν λογισμός.
Verse: 14    
διακρίνομεν τί ποτέ ἐστιν λογισμὸς καὶ τί πάθος, καὶ πόσαι παθῶν ἰδέαι, καὶ εἰ πάντων ἐπικρατεῖ τούτων λογισμός.
Verse: 15    
λογισμὸς μὲν δὴ τοίνυν ἐστὶν νοῦς μετὰ ὀρθοῦ λόγου προτιμῶν τὸν σοϕίας βίον.
Verse: 16    
σοϕία δὴ τοίνυν ἐστὶν γνῶσις θείων καὶ ἀνθρωπίνων πραγμάτων καὶ τῶν τούτων αἰτιῶν.
Verse: 17    
αὕτη δὴ τοίνυν ἐστὶν τοῦ νόμου παιδεία, δι' ἧς τὰ θεῖα σεμνῶς καὶ τὰ ἀνθρώπινα συμϕερόντως μανθάνομεν.
Verse: 18    
τῆς δὲ σοϕίας ἰδέαι καθεστήκασιν ϕρόνησις καὶ δικαιοσύνη καὶ ἀνδρεία καὶ σωϕροσύνη·
Verse: 19    
κυριωτάτη δὲ πάντων ϕρόνησις, ἐξ ἧς δὴ τῶν παθῶν λογισμὸς ἐπικρατεῖ.
Verse: 20    
παθῶν δὲ ϕύσεις εἰσὶν αἱ περιεκτικώταται δύο ἡδονή τε καὶ πόνος· τούτων δὲ ἑκάτερον καὶ περὶ τὸ σῶμα καὶ περὶ τὴν ψυχὴν πέϕυκεν.
Verse: 21    
πολλαὶ δὲ καὶ περὶ τὴν ἡδονὴν καὶ τὸν πόνον παθῶν εἰσιν ἀκολουθίαι.
Verse: 22    
πρὸ μὲν οὖν τῆς ἡδονῆς ἐστιν ἐπιθυμία, μετὰ δὲ τὴν ἡδονὴν χαρά.
Verse: 23    
πρὸ δὲ τοῦ πόνου ἐστὶν ϕόβος, μετὰ δὲ τὸν πόνον λύπη.
Verse: 24    
θυμὸς δὲ κοινὸν πάθος ἐστὶν ἡδονῆς καὶ πόνου, ἐὰν ἐννοηθῇ τις ὅτι αὐτῷ περιέπεσεν.
Verse: 25    
ἐν τῇ ἡδονῇ δὲ ἔνεστιν καὶ κακοήθης διάθεσις, πολυτροπωτάτη πάντων οὖσα τῶν παθῶν,
Verse: 26    
καὶ τὰ μὲν ψυχῆς ἀλαζονεία καὶ ϕιλαργυρία καὶ ϕιλοδοξία καὶ ϕιλονεικία καὶ βασκανία,
Verse: 27    
κατὰ δὲ τὸ σῶμα παντοϕαγία καὶ λαιμαργία καὶ μονοϕαγία.
Verse: 28    
καθάπερ οὖν δυεῖν τοῦ σώματος καὶ τῆς ψυχῆς ϕυτῶν ὄντων ἡδονῆς τε καὶ πόνου πολλαὶ τούτων τῶν ϕυτῶν εἰσιν παραϕυάδες,
Verse: 29    
ὧν ἑκάστην παγγέωργος λογισμὸς περικαθαίρων καὶ ἀποκνίζων καὶ περιπλέκων καὶ ἐπάρδων καὶ πάντα τρόπον μεταχέων ἐξημεροῖ τὰς τῶν ἠθῶν καὶ παθῶν ὕλας.
Verse: 30    
γὰρ λογισμὸς τῶν μὲν ἀρετῶν ἐστιν ἡγεμών, τῶν δὲ παθῶν αὐτοκράτωρ. ᾽Επιθεωρεῖτε τοίνυν πρῶτον διὰ τῶν κωλυτικῶν τῆς σωϕροσύνης ἔργων ὅτι αὐτοδέσποτός ἐστιν τῶν παθῶν λογισμός.
Verse: 31    
σωϕροσύνη δὴ τοίνυν ἐστὶν ἐπικράτεια τῶν ἐπιθυμιῶν,
Verse: 32    
τῶν δὲ ἐπιθυμιῶν αἱ μέν εἰσιν ψυχικαί, αἱ δὲ σωματικαί, καὶ τούτων ἀμϕοτέρων ἐπικρατεῖν λογισμὸς ϕαίνεται.
Verse: 33    
ἐπεὶ πόθεν κινούμενοι πρὸς τὰς ἀπειρημένας τροϕὰς ἀποστρεϕόμεθα τὰς ἐξ αὐτῶν ἡδονάς; οὐχ ὅτι δύναται τῶν ὀρέξεων ἐπικρατεῖν λογισμός; ἐγὼ μὲν οἶμαι.
Verse: 34    
τοιγαροῦν ἐνύδρων ἐπιθυμοῦντες καὶ ὀρνέων καὶ τετραπόδων καὶ παντοίων βρωμάτων τῶν ἀπηγορευμένων ἡμῖν κατὰ τὸν νόμον ἀπεχόμεθα διὰ τὴν τοῦ λογισμοῦ ἐπικράτειαν.
Verse: 35    
ἀνέχεται γὰρ τὰ τῶν ὀρέξεων πάθη ὑπὸ τοῦ σώϕρονος νοὸς ἀνακοπτόμενα, καὶ ϕιμοῦται πάντα τὰ τοῦ σώματος κινήματα ὑπὸ τοῦ λογισμοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.