TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 554
Previous part

Chapter: 3 
Verse: 1    ἔστιν δὲ κομιδῇ γελοῖος λόγος· οὐ γὰρ τῶν ἑαυτοῦ παθῶν λογισμὸς ἐπικρατεῖν ϕαίνεται, ἀλλὰ τῶν σωματικῶν.
Verse: 2    
οἷον ἐπιθυμίαν τις οὐ δύναται ἐκκόψαι ἡμῶν, ἀλλὰ μὴ δουλωθῆναι τῇ ἐπιθυμίᾳ δύναται λογισμὸς παρασχέσθαι.
Verse: 3    
θυμόν τις οὐ δύναται ἐκκόψαι ὑμῶν τῆς ψυχῆς, ἀλλὰ τῷ θυμῷ δυνατὸν τὸν λογισμὸν βοηθῆσαι.
Verse: 4    
κακοήθειάν τις ἡμῶν οὐ δύναται ἐκκόψαι, ἀλλὰ τὸ μὴ καμϕθῆναι τῇ κακοηθείᾳ δύναιτ' ἂν λογισμὸς συμμαχῆσαι·
Verse: 5    
οὐ γὰρ ἐκριζωτὴς τῶν παθῶν λογισμός ἐστιν, ἀλλὰ ἀνταγωνιστής.
Verse: 6    
῎Εστιν γοῦν τοῦτο διὰ τῆς Δαυιδ τοῦ βασιλέως δίψης σαϕέστερον ἐπιλογίσασθαι.
Verse: 7    
ἐπεὶ γὰρ δι' ὅλης ἡμέρας προσβαλὼν τοῖς ἀλλοϕύλοις Δαυιδ πολλοὺς αὐτῶν ἀπέκτεινεν μετὰ τῶν τοῦ ἔθνους στρατιωτῶν,
Verse: 8    
τότε δὴ γενομένης ἑσπέρας ἱδρῶν καὶ σϕόδρα κεκμηκὼς ἐπὶ τὴν βασίλειον σκηνὴν ἦλθεν, περὶ ἣν πᾶς τῶν προγόνων στρατὸς ἐστρατοπεδεύκει.
Verse: 9    
οἱ μὲν οὖν ἄλλοι πάντες ἐπὶ τὸ δεῖπνον ἦσαν,
Verse: 10    
δὲ βασιλεὺς ὡς μάλιστα διψῶν, καίπερ ἀϕθόνους ἔχων πηγάς, οὐκ ἠδύνατο δι' αὐτῶν ἰάσασθαι τὴν δίψαν,
Verse: 11    
ἀλλά τις αὐτὸν ἀλόγιστος ἐπιθυμία τοῦ παρὰ τοῖς πολεμίοις ὕδατος ἐπιτείνουσα συνέϕρυγεν καὶ λύουσα κατέϕλεγεν.
Verse: 12    
ὅθεν τῶν ὑπασπιστῶν ἐπὶ τῇ τοῦ βασιλέως ἐπιθυμίᾳ σχετλιαζόντων δύο νεανίσκοι στρατιῶται καρτεροὶ καταιδεσθέντες τὴν τοῦ βασιλέως ἐπιθυμίαν τὰς παντευχίας καθωπλίσαντο καὶ κάλπην λαβόντες ὑπερέβησαν τοὺς τῶν πολεμίων χάρακας
Verse: 13    
καὶ λαθόντες τοὺς τῶν πυλῶν ἀκροϕύλακας διεξῄεσαν ἀνερευνώμενοι κατὰ πᾶν τὸ τῶν πολεμίων στρατόπεδον
Verse: 14    
καὶ ἀνευράμενοι τὴν πηγὴν ἐξ αὐτῆς θαρραλέως ἐκόμισαν τῷ βασιλεῖ τὸ ποτόν·
Verse: 15    
δὲ καίπερ τῇ δίψῃ διαπυρούμενος ἐλογίσατο πάνδεινον εἶναι κίνδυνον ψυχῇ λογισθὲν ἰσοδύναμον ποτὸν αἵματι,
Verse: 16    
ὅθεν ἀντιθεὶς τῇ ἐπιθυμίᾳ τὸν λογισμὸν ἔσπεισεν τὸ πόμα τῷ θεῷ.
Verse: 17    
δυνατὸς γὰρ σώϕρων νοῦς νικῆσαι τὰς τῶν παθῶν ἀνάγκας καὶ σβέσαι τὰς τῶν οἴστρων ϕλεγμονὰς
Verse: 18    
καὶ τὰς τῶν σωμάτων ἀλγηδόνας καθ' ὑπερβολὴν οὔσας καταπαλαῖσαι καὶ τῇ καλοκἀγαθίᾳ τοῦ λογισμοῦ ἀποπτύσαι πάσας τὰς τῶν παθῶν ἐπικρατείας.
Verse: 19    
῎Ηδη δὲ καὶ καιρὸς ἡμᾶς καλεῖ ἐπὶ τὴν ἀπόδειξιν τῆς ἱστορίας τοῦ σώϕρονος λογισμοῦ.
Verse: 20    
᾽Επειδὴ γὰρ βαθεῖαν εἰρήνην διὰ τὴν εὐνομίαν οἱ πατέρες ἡμῶν εἶχον καὶ ἔπραττον καλῶς ὥστε καὶ τὸν τῆς ᾽Ασίας βασιλέα Σέλευκον τὸν Νικάνορα καὶ χρήματα εἰς τὴν ἱερουργίαν αὐτοῖς ἀϕορίσαι καὶ τὴν πολιτείαν αὐτῶν ἀποδέχεσθαι,
Verse: 21    
τότε δή τινες πρὸς τὴν κοινὴν νεωτερίσαντες ὁμόνοιαν πολυτρόποις ἐχρήσαντο συμϕοραῖς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.