TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 556
Previous part

Chapter: 5 
Verse: 1    Προκαθίσας γέ τοι μετὰ τῶν συνέδρων τύραννος ᾽Αντίοχος ἐπί τινος ὑψηλοῦ τόπου καὶ τῶν στρατευμάτων αὐτῷ παρεστηκότων κυκλόθεν ἐνόπλων
Verse: 2    
παρεκέλευεν τοῖς δορυϕόροις ἕνα ἕκαστον Εβραῖον ἐπισπᾶσθαι καὶ κρεῶν ὑείων καὶ εἰδωλοθύτων ἀναγκάζειν ἀπογεύεσθαι·
Verse: 3    
εἰ δέ τινες μὴ θέλοιεν μιαροϕαγῆσαι, τούτους τροχισθέντας ἀναιρεθῆναι.
Verse: 4    
πολλῶν δὲ συναρπασθέντων εἷς πρῶτος ἐκ τῆς ἀγέλης ὀνόματι Ελεαζαρος, τὸ γένος ἱερεύς, τὴν ἐπιστήμην νομικὸς καὶ τὴν ἡλικίαν προήκων καὶ πολλοῖς τῶν περὶ τὸν τύραννον διὰ τὴν ἡλικίαν γνώριμος, παρήχθη πλησίον αὐτοῦ.
Verse: 5    
Καὶ αὐτὸν ἰδὼν ᾽Αντίοχος ἔϕη
Verse: 6    
᾽Εγὼ πρὶν ἄρξασθαι τῶν κατὰ σοῦ βασάνων, πρεσβῦτα, συμβουλεύσαιμ' ἄν σοι ταῦτα, ὅπως ἀπογευσάμενος τῶν ὑείων σῴζοιο·
Verse: 7    
αἰδοῦμαι γάρ σου τὴν ἡλικίαν καὶ τὴν πολιάν, ἣν μετὰ τοσοῦτον ἔχων χρόνον οὔ μοι δοκεῖς ϕιλοσοϕεῖν τῇ Ιουδαίων χρώμενος θρησκείᾳ.
Verse: 8    
διὰ τί γὰρ τῆς ϕύσεως κεχαρισμένης καλλίστην τὴν τοῦδε τοῦ ζῴου σαρκοϕαγίαν βδελύττῃ;
Verse: 9    
καὶ γὰρ ἀνόητον τοῦτο, τὸ μὴ ἀπολαύειν τῶν χωρὶς ὀνείδους ἡδέων, καὶ ἄδικον ἀποστρέϕεσθαι τὰς τῆς ϕύσεως χάριτας.
Verse: 10    
σὺ δέ μοι καὶ ἀνοητότερον ποιήσειν δοκεῖς, εἰ κενοδοξῶν περὶ τὸ ἀληθὲς ἔτι κἀμοῦ καταϕρονήσεις ἐπὶ τῇ ἰδίᾳ τιμωρίᾳ.
Verse: 11    
οὐκ ἐξυπνώσεις ἀπὸ τῆς ϕλυάρου ϕιλοσοϕίας ὑμῶν καὶ ἀποσκεδάσεις τῶν λογισμῶν σου τὸν λῆρον καὶ ἄξιον τῆς ἡλικίας ἀναλαβὼν νοῦν ϕιλοσοϕήσεις τὴν τοῦ συμϕέροντος ἀλήθειαν
Verse: 12    
καὶ προσκυνήσας μου τὴν ϕιλάνθρωπον παρηγορίαν οἰκτιρήσεις τὸ σεαυτοῦ γῆρας;
Verse: 13    
καὶ γὰρ ἐνθυμήθητι ὡς, εἰ καί τίς ἐστιν τῆσδε τῆς θρησκείας ὑμῶν ἐποπτικὴ δύναμις, συγγνωμονήσειεν ἄν σοι ἐπὶ πάσῃ δι' ἀνάγκην παρανομίᾳ γινομένῃ.
Verse: 14    
Τοῦτον τὸν τρόπον ἐπὶ τὴν ἔκθεσμον σαρκοϕαγίαν ἐποτρύνοντος τοῦ τυράννου λόγον ᾔτησεν Ελεαζαρος
Verse: 15    
καὶ λαβὼν τοῦ λέγειν ἐξουσίαν ἤρξατο δημηγορεῖν οὕτως
Verse: 16    
῾Ημεῖς, ᾽Αντίοχε, θείῳ πεπεισμένοι νόμῳ πολιτεύεσθαι οὐδεμίαν ἀνάγκην βιαιοτέραν εἶναι νομίζομεν τῆς πρὸς τὸν νόμον ἡμῶν εὐπειθείας·
Verse: 17    
διὸ δὴ κατ' οὐδένα τρόπον παρανομεῖν ἀξιοῦμεν.
Verse: 18    
καίτοι εἰ κατὰ ἀλήθειαν μὴ ἦν νόμος ἡμῶν, ὡς ὑπολαμβάνεις, θεῖος, ἄλλως δὲ ἐνομίζομεν αὐτὸν εἶναι θεῖον, οὐδὲ οὕτως ἐξὸν ἦν ἡμῖν τὴν ἐπὶ τῇ εὐσεβείᾳ δόξαν ἀκυρῶσαι.
Verse: 19    
μὴ μικρὰν οὖν εἶναι νομίσῃς ταύτην, εἰ μιαροϕαγήσαιμεν, ἁμαρτίαν·
Verse: 20    
τὸ γὰρ ἐπὶ μικροῖς καὶ μεγάλοις παρανομεῖν ἰσοδύναμόν ἐστιν,
Verse: 21    
δι' ἑκατέρου γὰρ ὡς ὁμοίως νόμος ὑπερηϕανεῖται.
Verse: 22    
χλευάζεις δὲ ἡμῶν τὴν ϕιλοσοϕίαν ὥσπερ οὐ μετὰ εὐλογιστίας ἐν αὐτῇ βιούντων·
Verse: 23    
σωϕροσύνην τε γὰρ ἡμᾶς ἐκδιδάσκει ὥστε πασῶν τῶν ἡδονῶν καὶ ἐπιθυμιῶν κρατεῖν καὶ ἀνδρείαν ἐξασκεῖ ὥστε πάντα πόνον ἑκουσίως ὑπομένειν
Verse: 24    
καὶ δικαιοσύνην παιδεύει ὥστε· διὰ πάντων τῶν ἠθῶν ἰσονομεῖν καὶ εὐσέβειαν ἐκδιδάσκει ὥστε μόνον τὸν ὄντα θεὸν σέβειν μεγαλοπρεπῶς.
Verse: 25    
διὸ οὐ μιαροϕαγοῦμεν· πιστεύοντες γὰρ θεοῦ καθεστάναι τὸν νόμον οἴδαμεν ὅτι κατὰ ϕύσιν ἡμῖν συμπαθεῖ νομοθετῶν τοῦ κόσμου κτίστης·
Verse: 26    
τὰ μὲν οἰκειωθησόμενα ἡμῶν ταῖς ψυχαῖς ἐπέτρεψεν ἐσθίειν, τὰ δὲ ἐναντιωθησόμενα ἐκώλυσεν σαρκοϕαγεῖν.
Verse: 27    
τυραννικὸν δὲ οὐ μόνον ἀναγκάζειν ἡμᾶς παρανομεῖν, ἀλλὰ καὶ ἐσθίειν, ὅπως τῇ ἐχθίστῃ ἡμῶν μιαροϕαγίᾳ ταύτῃ ἐπεγγελάσῃς.
Verse: 28    
ἀλλ' οὐ γελάσεις κατ' ἐμοῦ τοῦτον τὸν γέλωτα,
Verse: 29    
οὔτε τοὺς ἱεροὺς τῶν προγόνων περὶ τοῦ ϕυλάξαι τὸν νόμον ὅρκους οὐ παρήσω,
Verse: 30    
οὐδ' ἂν ἐκκόψειάς μου τὰ ὄμματα καὶ τὰ σπλάγχνα μου τήξειας.
Verse: 31    
οὐχ οὕτως εἰμὶ γέρων ἐγὼ καὶ ἄνανδρος ὥστε μοι διὰ τὴν εὐσέβειαν μὴ νεάζειν τὸν λογισμόν.
Verse: 32    
πρὸς ταῦτα τροχοὺς εὐτρέπιζε καὶ τὸ πῦρ ἐκϕύσα σϕοδρότερον.
Verse: 33    
οὐχ οὕτως οἰκτίρομαι τὸ ἐμαυτοῦ γῆρας ὥστε δι' ἐμαυτοῦ τὸν πάτριον καταλῦσαι νόμον.
Verse: 34    
οὐ ψεύσομαί σε, παιδευτὰ νόμε, οὐδὲ ἐξομοῦμαί σε, ϕίλη ἐγκράτεια,
Verse: 35    
οὐδὲ καταισχυνῶ σε, ϕιλόσοϕε λόγε, οὐδὲ ἐξαρνήσομαί σε, ἱερωσύνη τιμία καὶ νομοθεσίας ἐπιστήμη·
Verse: 36    
οὐδὲ μιανεῖς μου τὸ σεμνὸν γήρως στόμα οὐδὲ νομίμου βίου ἡλικίαν.
Verse: 37    
ἁγνόν με οἱ πατέρες εἰσδέξονται μὴ ϕοβηθέντα σου τὰς μέχρι θανάτου ἀνάγκας.
Verse: 38    
ἀσεβῶν μὲν γὰρ τυραννήσεις, τῶν δὲ ἐμῶν ὑπὲρ τῆς εὐσεβείας λογισμῶν οὔτε λόγοις δεσπόσεις οὔτε δι' ἔργων.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.