TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 582
Previous part

Chapter: 13 
Verse: 1  Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
Εἶπεν ἄϕρων ἐν καρδίᾳ αὐτοῦ Οὐκ ἔστιν ϑεός·
διέϕϑειραν καὶ ἐβδελύχϑησαν ἐν ἐπιτηδεύμασιν,
οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.
Verse: 2 
κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνϑρώπων
τοῦ ἰδεῖν εἰ ἔστιν συνίων ἐκζητῶν τὸν ϑεόν.
Verse: 3 
πάντες ἐξέκλιναν, ἅμα ἠχρεώϑησαν,
οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.
[τάϕος ἀνεῳγμένος λάρυγξ αὐτῶν,
ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν·
ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν,
ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει·
ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα·
σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν,
καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν·
οὐκ ἔστιν ϕόβος ϑεοῦ ἀπέναντι τῶν ὀϕϑαλμῶν αὐτῶν.]
Verse: 4 
οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν;
οἱ κατεσϑίοντες τὸν λαόν μου βρώσει ἄρτου τὸν κύριον οὐκ // ἐπεκαλέσαντο.
Verse: 5 
ἐκεῖ ἐδειλίασαν ϕόβῳ, οὗ οὐκ ἦν ϕόβος,
ὅτι ϑεὸς ἐν γενεᾷ δικαίᾳ.
Verse: 6 
βουλὴν πτωχοῦ κατῃσχύνατε,
ὅτι κύριος ἐλπὶς αὐτοῦ ἐστιν.
Verse: 7 
τίς δώσει ἐκ Σιων τὸ σωτήριον τοῦ Ισραηλ;
ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ
ἀγαλλιάσϑω Ιακωβ καὶ εὐϕρανϑήτω Ισραηλ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.