TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 688
Previous part

Chapter: 119 
Verse: 1  ᾽Ωιδὴ τῶν ἀναβαϑμῶν.
Πρὸς κύριον ἐν τῷ ϑλίβεσϑαί με
ἐκέκραξα, καὶ εἰσήκουσέν μου.
Verse: 2 
κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων
καὶ ἀπὸ γλώσσης δολίας.
Verse: 3 
τί δοϑείη σοι καὶ τί προστεϑείη σοι
πρὸς γλῶσσαν δολίαν;
Verse: 4 
τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα
σὺν τοῖς ἄνϑραξιν τοῖς ἐρημικοῖς.
Verse: 5 
οἴμμοι, ὅτι παροικία μου ἐμακρύνϑη,
κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδαρ.
Verse: 6 
πολλὰ παρῴκησεν ψυχή μου.
Verse: 7 
μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός·
ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.