TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 706
Previous part

Chapter: 137 
Verse: 1  Τῷ Δαυιδ.
᾽Εξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου,
ὅτι ἤκουσας τὰ ῥήματα τοῦ στόματός μου,
καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι.
Verse: 2 
προσκυνήσω πρὸς ναὸν ἅγιόν σου
καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου
ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληϑείᾳ σου,
ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν ὄνομα τὸ λόγιόν σου.
Verse: 3 
ἐν ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου·
πολυωρήσεις με ἐν ψυχῇ μου ἐν δυνάμει.
Verse: 4 
ἐξομολογησάσϑωσάν σοι, κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς,
ὅτι ἤκουσαν πάντα τὰ ῥήματα τοῦ στόματός σου,
Verse: 5 
καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς κυρίου,
ὅτι μεγάλη δόξα κυρίου,
Verse: 6 
ὅτι ὑψηλὸς κύριος καὶ τὰ ταπεινὰ ἐϕορᾷ
καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόϑεν γινώσκει.
Verse: 7 
ἐὰν πορευϑῶ ἐν μέσῳ ϑλίψεως, ζήσεις με·
ἐπ' ὀργὴν ἐχϑρῶν μου ἐξέτεινας χεῖρά σου,
καὶ ἔσωσέν με δεξιά σου.
Verse: 8 
κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ.
κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα,
τὰ ἔργα τῶν χειρῶν σου μὴ παρῇς. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.