TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 735
Previous part

Chapter: 14 
Verse: 0  ῞Υμνος ἑωϑινός.
Verse: 1 
Δόξα ἐν ὑψίστοις ϑεῷ
Verse: 2 
καὶ ἐπὶ γῆς εἰρήνη,
Verse: 3 
ἐν ἀνϑρώποις εὐδοκία.
Verse: 4 
αἰνοῦμέν σε,
Verse: 5 
εὐλογοῦμέν σε,
Verse: 6 
προσκυνοῦμέν σε,
Verse: 7 
δοξολογοῦμέν σε,
Verse: 8 
εὐχαριστοῦμέν σοι
Verse: 9 
διὰ τὴν μεγάλην σου δόξαν,
Verse: 10 
κύριε βασιλεῦ,
Verse: 11 
ἐπουράνιε,
Verse: 12 
ϑεὲ πατὴρ παντοκράτωρ,
Verse: 13 
κύριε υἱὲ μονογενὴ
Verse: 14 
᾽Ιησοῦ Χριστὲ
Verse: 15 
καὶ ἅγιον πνεῦμα.
Verse: 16 
κύριε ϑεός,
Verse: 17 
ἀμνὸς τοῦ ϑεοῦ,
Verse: 18 
υἱὸς τοῦ πατρός,
Verse: 19 
αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου,
Verse: 20 
ἐλέησον ἡμᾶς·
Verse: 21 
αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου,
Verse: 22 
πρόσδεξαι τὴν δέησιν ἡμῶν·
Verse: 23 
καϑήμενος ἐν δεξιᾷ τοῦ πατρός,
Verse: 24 
ἐλέησον ἡμᾶς.
Verse: 25 
ὅτι σὺ εἶ μόνος ἅγιος,
Verse: 26 
σὺ εἶ μόνος κύριος,
Verse: 27 
᾽Ιησοῦς Χριστός,
Verse: 28 
εἰς δόξαν ϑεοῦ πατρός. αμην.
Verse: 29 
καϑ' ἑκάστην ἡμέραν εὐλογήσω σε
Verse: 30 
καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα
Verse: 31 
καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Verse: 32 
καταξίωσον, κύριε, καὶ τὴν ἡμέραν ταύτην
Verse: 33 
ἀναμαρτήτους ϕυλαχϑῆναι ἡμᾶς.
Verse: 34 
εὐλογητὸς εἶ, κύριε ϑεὸς τῶν πατέρων ἡμῶν,
Verse: 35 
καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. // αμην.
Verse: 36 
εὐλογητὸς εἶ, κύριε, δίδαξόν με τὰ δικαιώματά σου·
Verse: 37 
εὐλογητὸς εἶ, κύριε, δίδαξόν με τὰ δικαιώματά σου·
Verse: 38 
εὐλογητὸς εἶ, κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Verse: 39 
κύριε, καταϕυγὴ ἐγενήϑης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ.
Verse: 40 
ἐγὼ εἶπα Κύριε, ἐλέησόν με,
Verse: 41 
ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
Verse: 42 
κύριε, πρὸς σὲ κατέϕυγα·
Verse: 43 
δίδαξόν με τοῦ ποιεῖν τὸ ϑέλημά σου, ὅτι σὺ εἶ ϑεός μου·
Verse: 44 
ὅτι παρὰ σοὶ πηγὴ ζωῆς,
Verse: 45 
ἐν τῷ ϕωτί σου ὀψόμεϑα ϕῶς·
Verse: 46 
παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσίν σε. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.