TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 742
Previous part

Chapter: 7 
Verse: 1  Υἱέ, ϕύλασσε ἐμοὺς λόγους,
τὰς δὲ ἐμὰς ἐντολὰς κρύψον παρὰ σεαυτῷ·
Verse: 1a 
υἱέ, τίμα τὸν κύριον, καὶ ἰσχύσεις,
πλὴν δὲ αὐτοῦ μὴ ϕοβοῦ ἄλλον.
Verse: 2 
ϕύλαξον ἐμὰς ἐντολάς, καὶ βιώσεις,
τοὺς δὲ ἐμοὺς λόγους ὥσπερ κόρας ὀμμάτων·
Verse: 3 
περίϑου δὲ αὐτοὺς σοῖς δακτύλοις,
ἐπίγραψον δὲ ἐπὶ τὸ πλάτος τῆς καρδίας σου.
Verse: 4 
εἶπον τὴν σοϕίαν σὴν ἀδελϕὴν εἶναι,
τὴν δὲ ϕρόνησιν γνώριμον περιποίησαι σεαυτῷ,
Verse: 5 
ἵνα σε τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς,
ἐάν σε λόγοις τοῖς πρὸς χάριν ἐμβάληται.
Verse: 6 
ἀπὸ γὰρ ϑυρίδος ἐκ τοῦ οἴκου αὐτῆς εἰς τὰς πλατείας παρακύπτουσα,
Verse: 7 
ὃν ἂν ἴδῃ τῶν ἀϕρόνων τέκνων νεανίαν ἐνδεῆ ϕρενῶν
Verse: 8 
παραπορευόμενον παρὰ γωνίαν ἐν διόδοις οἴκων αὐτῆς
Verse: 9 
καὶ λαλοῦντα ἐν σκότει ἑσπερινῷ,
ἡνίκα ἂν ἡσυχία νυκτερινὴ καὶ γνοϕώδης,
Verse: 10 
δὲ γυνὴ συναντᾷ αὐτῷ, εἶδος ἔχουσα πορνικόν,
ποιεῖ νέων ἐξίπτασϑαι καρδίας.
Verse: 11 
ἀνεπτερωμένη δέ ἐστιν καὶ ἄσωτος,
ἐν οἴκῳ δὲ οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτῆς·
Verse: 12 
χρόνον γάρ τινα ἔξω ῥέμβεται,
χρόνον δὲ ἐν πλατείαις παρὰ πᾶσαν γωνίαν ἐνεδρεύει.
Verse: 13 
εἶτα ἐπιλαβομένη ἐϕίλησεν αὐτόν,
ἀναιδεῖ δὲ προσώπῳ προσεῖπεν αὐτῷ
Verse: 14 
Θυσία εἰρηνική μοί ἐστιν,
σήμερον ἀποδίδωμι τὰς εὐχάς μου·
Verse: 15 
ἕνεκα τούτου ἐξῆλϑον εἰς συνάντησίν σοι,
ποϑοῦσα τὸ σὸν πρόσωπον εὕρηκά σε·
Verse: 16 
κειρίαις τέτακα τὴν κλίνην μου,
ἀμϕιτάποις δὲ ἔστρωκα τοῖς ἀπ' Αἰγύπτου·
Verse: 17 
διέρραγκα τὴν κοίτην μου κρόκῳ,
τὸν δὲ οἶκόν μου κινναμώμῳ·
Verse: 18 
ἐλϑὲ καὶ ἀπολαύσωμεν ϕιλίας ἕως ὄρϑρου,
δεῦρο καὶ ἐγκυλισϑῶμεν ἔρωτι·
Verse: 19 
οὐ γὰρ πάρεστιν ἀνήρ μου ἐν οἴκῳ,
πεπόρευται δὲ ὁδὸν μακρὰν
Verse: 20 
ἔνδεσμον ἀργυρίου λαβὼν ἐν χειρὶ αὐτοῦ,
δι' ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ.
Verse: 21 
ἀπεπλάνησεν δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ
βρόχοις τε τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν.
Verse: 22 
δὲ ἐπηκολούϑησεν αὐτῇ κεπϕωϑείς,
ὥσπερ δὲ βοῦς ἐπὶ σϕαγὴν ἄγεται
καὶ ὥσπερ κύων ἐπὶ δεσμοὺς
Verse: 23 
ὡς ἔλαϕος τοξεύματι πεπληγὼς εἰς τὸ ἧπαρ,
σπεύδει δὲ ὥσπερ ὄρνεον εἰς παγίδα
οὐκ εἰδὼς ὅτι περὶ ψυχῆς τρέχει.
Verse: 24 
νῦν οὖν, υἱέ, ἄκουέ μου
καὶ πρόσεχε ῥήμασιν στόματός μου·
Verse: 25 
μὴ ἐκκλινάτω εἰς τὰς ὁδοὺς αὐτῆς καρδία σου·
Verse: 26 
πολλοὺς γὰρ τρώσασα καταβέβληκεν,
καὶ ἀναρίϑμητοί εἰσιν οὓς πεϕόνευκεν·
Verse: 27 
ὁδοὶ ᾅδου οἶκος αὐτῆς
κατάγουσαι εἰς τὰ ταμίεια τοῦ ϑανάτου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.