TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 772
Previous part

Chapter: 3 
Verse: 1  Τοῖς πᾶσιν χρόνος,
καὶ καιρὸς τῷ παντὶ πράγματι ὑπὸ τὸν οὐρανόν.
Verse: 2 
καιρὸς τοῦ τεκεῖν καὶ καιρὸς τοῦ ἀποϑανεῖν,
καιρὸς τοῦ ϕυτεῦσαι καὶ καιρὸς τοῦ ἐκτῖλαι πεϕυτευμένον,
Verse: 3 
καιρὸς τοῦ ἀποκτεῖναι καὶ καιρὸς τοῦ ἰάσασϑαι,
καιρὸς τοῦ καϑελεῖν καὶ καιρὸς τοῦ οἰκοδομῆσαι,
Verse: 4 
καιρὸς τοῦ κλαῦσαι καὶ καιρὸς τοῦ γελάσαι,
καιρὸς τοῦ κόψασϑαι καὶ καιρὸς τοῦ ὀρχήσασϑαι,
Verse: 5 
καιρὸς τοῦ βαλεῖν λίϑους καὶ καιρὸς τοῦ συναγαγεῖν λίϑους,
καιρὸς τοῦ περιλαβεῖν καὶ καιρὸς τοῦ μακρυνϑῆναι ἀπὸ περιλήμψεως,
Verse: 6 
καιρὸς τοῦ ζητῆσαι καὶ καιρὸς τοῦ ἀπολέσαι,
καιρὸς τοῦ ϕυλάξαι καὶ καιρὸς τοῦ ἐκβαλεῖν,
Verse: 7 
καιρὸς τοῦ ῥῆξαι καὶ καιρὸς τοῦ ῥάψαι,
καιρὸς τοῦ σιγᾶν καὶ καιρὸς τοῦ λαλεῖν,
Verse: 8 
καιρὸς τοῦ ϕιλῆσαι καὶ καιρὸς τοῦ μισῆσαι,
καιρὸς πολέμου καὶ καιρὸς εἰρήνης.
Verse: 9 
τίς περισσεία τοῦ ποιοῦντος ἐν οἷς αὐτὸς μοχϑεῖ;
Verse: 10 
εἶδον σὺν τὸν περισπασμόν, ὃν ἔδωκεν ϑεὸς
τοῖς υἱοῖς τοῦ ἀνϑρώπου τοῦ περισπᾶσϑαι ἐν αὐτῷ.
Verse: 11 
σὺν τὰ πάντα ἐποίησεν καλὰ ἐν καιρῷ αὐτοῦ
καί γε σὺν τὸν αἰῶνα ἔδωκεν ἐν καρδίᾳ αὐτῶν,
ὅπως μὴ εὕρῃ ἄνϑρωπος
τὸ ποίημα, ἐποίησεν ϑεός, ἀπ' ἀρχῆς καὶ μέχρι τέλους.
Verse: 12 
ἔγνων ὅτι οὐκ ἔστιν ἀγαϑὸν ἐν αὐτοῖς
εἰ μὴ τοῦ εὐϕρανϑῆναι καὶ τοῦ ποιεῖν ἀγαϑὸν ἐν ζωῇ αὐτοῦ·
Verse: 13 
καί γε πᾶς ἄνϑρωπος, ὃς ϕάγεται καὶ πίεται
καὶ ἴδῃ ἀγαϑὸν ἐν παντὶ μόχϑῳ αὐτοῦ,
δόμα ϑεοῦ ἐστιν.
Verse: 14 
ἔγνων ὅτι πάντα, ὅσα ἐποίησεν ϑεός,
αὐτὰ ἔσται εἰς τὸν αἰῶνα·
ἐπ' αὐτῷ οὐκ ἔστιν προσϑεῖναι,
καὶ ἀπ' αὐτοῦ οὐκ ἔστιν ἀϕελεῖν,
καὶ ϑεὸς ἐποίησεν, ἵνα ϕοβηϑῶσιν ἀπὸ προσώπου αὐτοῦ.
Verse: 15 
τὸ γενόμενον ἤδη ἐστίν,
καὶ ὅσα τοῦ γίνεσϑαι, ἤδη γέγονεν,
καὶ ϑεὸς ζητήσει τὸν διωκόμενον.
Verse: 16 
Καὶ ἔτι εἶδον ὑπὸ τὸν ἥλιον τόπον τῆς κρίσεως,
ἐκεῖ ἀσεβής,
καὶ τόπον τοῦ δικαίου,
ἐκεῖ ἀσεβής.
Verse: 17 
εἶπα ἐγὼ ἐν καρδίᾳ μου
Σὺν τὸν δίκαιον καὶ σὺν τὸν ἀσεβῆ κρινεῖ ϑεός,
ὅτι καιρὸς τῷ παντὶ πράγματι
καὶ ἐπὶ παντὶ τῷ ποιήματι.
Verse: 18 
ἐκεῖ εἶπα ἐγὼ ἐν καρδίᾳ μου
περὶ λαλιᾶς υἱῶν τοῦ ἀνϑρώπου,
ὅτι διακρινεῖ αὐτοὺς ϑεός,
καὶ τοῦ δεῖξαι ὅτι αὐτοὶ κτήνη εἰσὶν καί γε αὐτοῖς.
Verse: 19 
ὅτι συνάντημα υἱῶν τοῦ ἀνϑρώπου
καὶ συνάντημα τοῦ κτήνους,
συνάντημα ἓν αὐτοῖς·
ὡς ϑάνατος τούτου, οὕτως ϑάνατος τούτου,
καὶ πνεῦμα ἓν τοῖς πᾶσιν·
καὶ τί ἐπερίσσευσεν ἄνϑρωπος παρὰ τὸ κτῆνος;
οὐδέν, ὅτι τὰ πάντα ματαιότης.
Verse: 20 
τὰ πάντα πορεύεται εἰς τόπον ἕνα·
τὰ πάντα ἐγένετο ἀπὸ τοῦ χοός,
καὶ τὰ πάντα ἐπιστρέϕει εἰς τὸν χοῦν·
Verse: 21 
καὶ τίς οἶδεν πνεῦμα υἱῶν τοῦ ἀνϑρώπου
εἰ ἀναβαίνει αὐτὸ εἰς ἄνω,
καὶ πνεῦμα τοῦ κτήνους
εἰ καταβαίνει αὐτὸ κάτω εἰς γῆν;
Verse: 22 
καὶ εἶδον ὅτι οὐκ ἔστιν ἀγαϑὸν
εἰ μὴ εὐϕρανϑήσεται ἄνϑρωπος
ἐν ποιήμασιν αὐτοῦ, ὅτι αὐτὸ μερὶς αὐτοῦ·
ὅτι τίς ἄξει αὐτὸν τοῦ ἰδεῖν ἐν ἐὰν γένηται μετ' αὐτόν;

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.