TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 774
Previous part

Chapter: 5 
Verse: 1  μὴ σπεῦδε ἐπὶ στόματί σου,
καὶ καρδία σου μὴ ταχυνάτω
τοῦ ἐξενέγκαι λόγον πρὸ προσώπου τοῦ ϑεοῦ·
ὅτι ϑεὸς ἐν τῷ οὐρανῷ, καὶ σὺ ἐπὶ τῆς γῆς,
ἐπὶ τούτῳ ἔστωσαν οἱ λόγοι σου ὀλίγοι.
Verse: 2 
ὅτι παραγίνεται ἐνύπνιον ἐν πλήϑει περισπασμοῦ
καὶ ϕωνὴ ἄϕρονος ἐν πλήϑει λόγων.
Verse: 3 
καϑὼς ἂν εὔξῃ εὐχὴν τῷ ϑεῷ,
μὴ χρονίσῃς τοῦ ἀποδοῦναι αὐτήν·
ὅτι οὐκ ἔστιν ϑέλημα ἐν ἄϕροσιν,
σὺν ὅσα ἐὰν εὔξῃ ἀπόδος.
Verse: 4 
ἀγαϑὸν τὸ μὴ εὔξασϑαί σε
τὸ εὔξασϑαί σε καὶ μὴ ἀποδοῦναι.
Verse: 5 
μὴ δῷς τὸ στόμα σου τοῦ ἐξαμαρτῆσαι τὴν σάρκα σου
καὶ μὴ εἴπῃς πρὸ προσώπου τοῦ ϑεοῦ ὅτι ῎Αγνοιά ἐστιν,
ἵνα μὴ ὀργισϑῇ ϑεὸς ἐπὶ ϕωνῇ σου
καὶ διαϕϑείρῃ τὰ ποιήματα χειρῶν σου.
Verse: 6 
ὅτι ἐν πλήϑει ἐνυπνίων καὶ ματαιότητες καὶ λόγοι πολλοί·
ὅτι σὺν τὸν ϑεὸν ϕοβοῦ.
Verse: 7 
᾽Εὰν συκοϕαντίαν πένητος καὶ ἁρπαγὴν κρίματος καὶ δικαιοσύνης ἴδῃς ἐν χώρᾳ,
μὴ ϑαυμάσῃς ἐπὶ τῷ πράγματι·
ὅτι ὑψηλὸς ἐπάνω ὑψηλοῦ ϕυλάξαι
καὶ ὑψηλοὶ ἐπ' αὐτούς.
Verse: 8 
καὶ περισσεία γῆς ἐν παντί ἐστι,
βασιλεὺς τοῦ ἀγροῦ εἰργασμένου.
Verse: 9 
᾽Αγαπῶν ἀργύριον οὐ πλησϑήσεται ἀργυρίου·
καὶ τίς ἠγάπησεν ἐν πλήϑει αὐτῶν γένημα;
καί γε τοῦτο ματαιότης.
Verse: 10 
ἐν πλήϑει τῆς ἀγαϑωσύνης ἐπληϑύνϑησαν ἔσϑοντες αὐτήν·
καὶ τί ἀνδρεία τῷ παρ' αὐτῆς
ὅτι ἀλλ' τοῦ ὁρᾶν ὀϕϑαλμοῖς αὐτοῦ;
Verse: 11 
γλυκὺς ὕπνος τοῦ δούλου,
εἰ ὀλίγον καὶ εἰ πολὺ ϕάγεται·
καὶ τῷ ἐμπλησϑέντι τοῦ πλουτῆσαι
οὐκ ἔστιν ἀϕίων αὐτὸν τοῦ ὑπνῶσαι.
Verse: 12 
ἔστιν ἀρρωστία, ἣν εἶδον ὑπὸ τὸν ἥλιον,
πλοῦτον ϕυλασσόμενον τῷ παρ' αὐτοῦ εἰς κακίαν αὐτοῦ,
Verse: 13 
καὶ ἀπολεῖται πλοῦτος ἐκεῖνος ἐν περισπασμῷ πονηρῷ,
καὶ ἐγέννησεν υἱόν, καὶ οὐκ ἔστιν ἐν χειρὶ αὐτοῦ οὐδέν.
Verse: 14 
καϑὼς ἐξῆλϑεν ἀπὸ γαστρὸς μητρὸς αὐτοῦ γυμνός,
ἐπιστρέψει τοῦ πορευϑῆναι ὡς ἥκει
καὶ οὐδὲν οὐ λήμψεται ἐν μόχϑῳ αὐτοῦ,
ἵνα πορευϑῇ ἐν χειρὶ αὐτοῦ.
Verse: 15 
καί γε τοῦτο πονηρὰ ἀρρωστία·
ὥσπερ γὰρ παρεγένετο, οὕτως καὶ ἀπελεύσεται,
καὶ τίς περισσεία αὐτῷ, μοχϑεῖ εἰς ἄνεμον;
Verse: 16 
καί γε πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἐν σκότει καὶ πένϑει
καὶ ϑυμῷ πολλῷ καὶ ἀρρωστίᾳ καὶ χόλῳ.
Verse: 17 
᾽Ιδοὺ εἶδον ἐγὼ ἀγαϑόν, ἐστιν καλόν,
τοῦ ϕαγεῖν καὶ τοῦ πιεῖν
καὶ τοῦ ἰδεῖν ἀγαϑωσύνην
ἐν παντὶ μόχϑῳ αὐτοῦ,
ἐὰν μοχϑῇ ὑπὸ τὸν ἥλιον
ἀριϑμὸν ἡμερῶν ζωῆς αὐτοῦ,
ὧν ἔδωκεν αὐτῷ ϑεός·
ὅτι αὐτὸ μερὶς αὐτοῦ.
Verse: 18 
καί γε πᾶς ἄνϑρωπος, ἔδωκεν αὐτῷ ϑεὸς
πλοῦτον καὶ ὑπάρχοντα καὶ ἐξουσίασεν αὐτὸν
τοῦ ϕαγεῖν ἀπ' αὐτοῦ καὶ τοῦ λαβεῖν τὸ μέρος αὐτοῦ
καὶ τοῦ εὐϕρανϑῆναι ἐν μόχϑῳ αὐτοῦ,
τοῦτο δόμα ϑεοῦ ἐστιν.
Verse: 19 
ὅτι οὐ πολλὰ μνησϑήσεται τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ·
ὅτι ϑεὸς περισπᾷ αὐτὸν ἐν εὐϕροσύνῃ καρδίας αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.