TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 808
Previous part

Chapter: 19 
Verse: 1  ῾Υπολαβὼν δὲ Ιωβ λέγει
Verse: 2 
῞Εως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου
καὶ καθαιρεῖτε με λόγοις;
Verse: 3 
γνῶτε μόνον ὅτι κύριος ἐποίησέ με οὕτως·
καταλαλεῖτέ μου, οὐκ αἰσχυνόμενοί με ἐπίκεισθέ μοι.
Verse: 4 
ναὶ δὴ ἐπ' ἀληθείας ἐγὼ ἐπλανήθην,
παρ' ἐμοὶ δὲ αὐλίζεται πλάνος
Verse: 4a 
λαλῆσαι ῥῆμα, οὐκ ἔδει,
τὰ δὲ ῥήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ.
Verse: 5 
ἔα δὲ ὅτι ἐπ' ἐμοὶ μεγαλύνεσθε,
ἐνάλλεσθε δέ μοι ὀνείδει.
Verse: 6 
γνῶτε οὖν ὅτι κύριός ἐστιν ταράξας,
ὀχύρωμα δὲ αὐτοῦ ἐπ' ἐμὲ ὕψωσεν.
Verse: 7 
ἰδοὺ γελῶ ὀνείδει καὶ οὐ λαλήσω·
κεκράξομαι, καὶ οὐδαμοῦ κρίμα.
Verse: 8 
κύκλῳ περιῳκοδόμημαι καὶ οὐ μὴ διαβῶ,
ἐπὶ πρόσωπόν μου σκότος ἔθετο.
Verse: 9 
τὴν δὲ δόξαν ἀπ' ἐμοῦ ἐξέδυσεν,
ἀϕεῖλεν δὲ στέϕανον ἀπὸ κεϕαλῆς μου.
Verse: 10 
διέσπασέν με κύκλῳ, καὶ ᾠχόμην·
ἐξέκοψεν δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου.
Verse: 11 
δεινῶς δέ μοι ὀργῇ ἐχρήσατο,
ἡγήσατο δέ με ὥσπερ ἐχθρόν.
Verse: 12 
ὁμοθυμαδὸν δὲ ἦλθον τὰ πειρατήρια αὐτοῦ ἐπ' ἐμοὶ ταῖς ὁδοῖς μου,
ἐκύκλωσάν με ἐγκάθετοι.
Verse: 13 
ἀπ' ἐμοῦ δὲ ἀδελϕοί μου ἀπέστησαν,
ἔγνωσαν ἀλλοτρίους ἐμέ·
ϕίλοι δέ μου ἀνελεήμονες γεγόνασιν.
Verse: 14 
οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου,
καὶ οἱ εἰδότες μου τὸ ὄνομα ἐπελάθοντό μου.
Verse: 15 
γείτονες οἰκίας θεράπαιναί τέ μου,
ἀλλογενὴς ἤμην ἐναντίον αὐτῶν.
Verse: 16 
θεράποντά μου ἐκάλεσα, καὶ οὐχ ὑπήκουσεν·
στόμα δέ μου ἐδέετο.
Verse: 17 
καὶ ἱκέτευον τὴν γυναῖκά μου,
προσεκαλούμην δὲ κολακεύων υἱοὺς παλλακίδων μου·
Verse: 18 
οἱ δὲ εἰς τὸν αἰῶνά με ἀπεποιήσαντο·
ὅταν ἀναστῶ, κατ' ἐμοῦ λαλοῦσιν.
Verse: 19 
ἐβδελύξαντο δέ με οἱ εἰδότες με·
οὓς δὴ ἠγαπήκειν, ἐπανέστησάν μοι.
Verse: 20 
ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου,
τὰ δὲ ὀστᾶ μου ἐν ὀδοῦσιν ἔχεται.
Verse: 21 
ἐλεήσατέ με, ἐλεήσατέ με, ϕίλοι·
χεὶρ γὰρ κυρίου ἁψαμένη μού ἐστιν.
Verse: 22 
διὰ τί δέ με διώκετε ὥσπερ καὶ κύριος,
ἀπὸ δὲ σαρκῶν μου οὐκ ἐμπίπλασθε;
Verse: 23 
τίς γὰρ ἂν δῴη γραϕῆναι τὰ ῥήματά μου,
τεθῆναι δὲ αὐτὰ ἐν βιβλίῳ εἰς τὸν αἰῶνα
Verse: 24 
ἐν γραϕείῳ σιδηρῷ καὶ μολίβῳS
ἐν πέτραις ἐγγλυϕῆναι;
Verse: 25 
οἶδα γὰρ ὅτι ἀέναός ἐστιν ἐκλύειν με μέλλων ἐπὶ γῆς.
Verse: 26 
ἀναστήσαι τὸ δέρμα μου τὸ ἀνατλῶν ταῦτα·
παρὰ γὰρ κυρίου ταῦτά μοι συνετελέσθη,
Verse: 27 
ἐγὼ ἐμαυτῷ συνεπίσταμαι,
ὀϕθαλμός μου ἑόρακεν καὶ οὐκ ἄλλος·
πάντα δέ μοι συντετέλεσται ἐν κόλπῳ.
Verse: 28 
εἰ δὲ καὶ ἐρεῖτε Τί ἐροῦμεν ἔναντι αὐτοῦ;
καὶ ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ·S
Verse: 29 
εὐλαβήθητε δὴ καὶ ὑμεῖς ἀπὸ ἐπικαλύμματος·
θυμὸς γὰρ ἐπ' ἀνόμους ἐπελεύσεται,
καὶ τότε γνώσονται ποῦ ἐστιν αὐτῶν ὕλη.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.