TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 890
Previous part

Chapter: 39 
Verse: 1    Πλὴν τοῦ ἐπιδιδόντος τὴν ψυχὴν αὐτοῦ
   
καὶ διανοουμένου ἐν νόμῳ ὑψίστου,
   
σοϕίαν πάντων ἀρχαίων ἐκζητήσει
   
καὶ ἐν προϕητείαις ἀσχοληθήσεται,
Verse: 2    
διήγησιν ἀνδρῶν ὀνομαστῶν συντηρήσει
   
καὶ ἐν στροϕαῖς παραβολῶν συνεισελεύσεται,
Verse: 3    
ἀπόκρυϕα παροιμιῶν ἐκζητήσει
   
καὶ ἐν αἰνίγμασι παραβολῶν ἀναστραϕήσεται.
Verse: 4    
ἀνὰ μέσον μεγιστάνων ὑπηρετήσει
   
καὶ ἔναντι ἡγουμένων ὀϕθήσεται·
   
ἐν γῇ ἀλλοτρίων ἐθνῶν διελεύσεται,
   
ἀγαθὰ γὰρ καὶ κακὰ ἐν ἀνθρώποις ἐπείρασεν.
Verse: 5    
τὴν καρδίαν αὐτοῦ ἐπιδώσει ὀρθρίσαι
   
πρὸς κύριον τὸν ποιήσαντα αὐτὸν
   
καὶ ἔναντι ὑψίστου δεηθήσεται·
   
καὶ ἀνοίξει στόμα αὐτοῦ ἐν προσευχῇ
   
καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεηθήσεται.
Verse: 6    
ἐὰν κύριος μέγας θελήσῃ,
   
πνεύματι συνέσεως ἐμπλησθήσεται·
   
αὐτὸς ἀνομβρήσει ῥήματα σοϕίας αὐτοῦ
   
καὶ ἐν προσευχῇ ἐξομολογήσεται κυρίῳ·
Verse: 7    
αὐτὸς κατευθυνεῖ βουλὴν αὐτοῦ καὶ ἐπιστήμην
   
καὶ ἐν τοῖς ἀποκρύϕοις αὐτοῦ διανοηθήσεται·
Verse: 8    
αὐτὸς ἐκϕανεῖ παιδείαν διδασκαλίας αὐτοῦ
   
καὶ ἐν νόμῳ διαθήκης κυρίου καυχήσεται.
Verse: 9    
αἰνέσουσιν τὴν σύνεσιν αὐτοῦ πολλοί,
   
καὶ ἕως τοῦ αἰῶνος οὐκ ἐξαλειϕθήσεται·
   
οὐκ ἀποστήσεται τὸ μνημόσυνον αὐτοῦ,
   
καὶ τὸ ὄνομα αὐτοῦ ζήσεται εἰς γενεὰς γενεῶν·
Verse: 10    
τὴν σοϕίαν αὐτοῦ διηγήσονται ἔθνη,
   
καὶ τὸν ἔπαινον αὐτοῦ ἐξαγγελεῖ ἐκκλησία·
Verse: 11    
ἐὰν ἐμμείνῃ, ὄνομα καταλείψει χίλιοι,
   
καὶ ἐὰν ἀναπαύσηται, ἐκποιεῖ αὐτῷ.
Verse: 12    
῎Ετι διανοηθεὶς ἐκδιηγήσομαι
   
καὶ ὡς διχομηνία ἐπληρώθην.
Verse: 13    
εἰσακούσατέ μου, υἱοὶ ὅσιοι, καὶ βλαστήσατε
   
ὡς ῥόδον ϕυόμενον ἐπὶ ῥεύματος ὑγροῦ
Verse: 14    
καὶ ὡς λίβανος εὐωδιάσατε ὀσμὴν
   
καὶ ἀνθήσατε ἄνθος ὡς κρίνον.
   
διάδοτε ὀσμὴν καὶ αἰνέσατε ᾆσμα,
   
εὐλογήσατε κύριον ἐπὶ πᾶσιν τοῖς ἔργοις,
Verse: 15    
δότε τῷ ὀνόματι αὐτοῦ μεγαλωσύνην
   
καὶ ἐξομολογήσασθε ἐν αἰνέσει αὐτοῦ
   
ἐν ᾠδαῖς χειλέων καὶ ἐν κινύραις
   
καὶ οὕτως ἐρεῖτε ἐν ἐξομολογήσει
Verse: 16    
Τὰ ἔργα κυρίου πάντα ὅτι καλὰ σϕόδρα,
   
καὶ πᾶν πρόσταγμα ἐν καιρῷ αὐτοῦ ἔσται·
   
οὐκ ἔστιν εἰπεῖν Τί τοῦτο; εἰς τί τοῦτο;
   
πάντα γὰρ ἐν καιρῷ αὐτοῦ ζητηθήσεται.
Verse: 17    
ἐν λόγῳ αὐτοῦ ἔστη ὡς θιμωνιὰ ὕδωρ
   
καὶ ἐν ῥήματι στόματος αὐτοῦ ἀποδοχεῖα ὑδάτων.
Verse: 18    
ἐν προστάγματι αὐτοῦ πᾶσα εὐδοκία,
   
καὶ οὐκ ἔστιν ὃς ἐλαττώσει τὸ σωτήριον αὐτοῦ.
Verse: 19    
ἔργα πάσης σαρκὸς ἐνώπιον αὐτοῦ,
   
καὶ οὐκ ἔστιν κρυβῆναι ἀπὸ τῶν ὀϕθαλμῶν αὐτοῦ·
Verse: 20    
ἀπὸ τοῦ αἰῶνος εἰς τὸν αἰῶνα ἐπέβλεψεν,
   
καὶ οὐθέν ἐστιν θαυμάσιον ἐναντίον αὐτοῦ.
Verse: 21    
οὐκ ἔστιν εἰπεῖν Τί τοῦτο; εἰς τί τοῦτο;
   
πάντα γὰρ εἰς χρείας αὐτῶν ἔκτισται.
Verse: 22    
῾Η εὐλογία αὐτοῦ ὡς ποταμὸς ἐπεκάλυψεν
   
καὶ ὡς κατακλυσμὸς ξηρὰν ἐμέθυσεν·
Verse: 23    
οὕτως ὀργὴν αὐτοῦ ἔθνη κληρονομήσει,
   
ὡς μετέστρεψεν ὕδατα εἰς ἅλμην.
Verse: 24    
αἱ ὁδοὶ αὐτοῦ τοῖς ὁσίοις εὐθεῖαι,
   
οὕτως τοῖς ἀνόμοις προσκόμματα·
Verse: 25    
ἀγαθὰ τοῖς ἀγαθοῖς ἔκτισται ἀπ' ἀρχῆς,
   
οὕτως τοῖς ἁμαρτωλοῖς κακά.
Verse: 26    
ἀρχὴ πάσης χρείας εἰς ζωὴν ἀνθρώπου,
   
ὕδωρ καὶ πῦρ καὶ σίδηρος καὶ ἅλας
   
καὶ σεμίδαλις πυροῦ καὶ γάλα καὶ μέλι,
   
αἷμα σταϕυλῆς καὶ ἔλαιον καὶ ἱμάτιον·
Verse: 27    
ταῦτα πάντα τοῖς εὐσεβέσιν εἰς ἀγαθά,
   
οὕτως τοῖς ἁμαρτωλοῖς τραπήσεται εἰς κακά.
Verse: 28    
῎Εστιν πνεύματα, εἰς ἐκδίκησιν ἔκτισται
   
καὶ ἐν θυμῷ αὐτοῦ ἐστερέωσεν μάστιγας αὐτῶν·
   
ἐν καιρῷ συντελείας ἰσχὺν ἐκχεοῦσιν
   
καὶ τὸν θυμὸν τοῦ ποιήσαντος αὐτοὺς κοπάσουσιν.
Verse: 29    
πῦρ καὶ χάλαζα καὶ λιμὸς καὶ θάνατος,
   
πάντα ταῦτα εἰς ἐκδίκησιν ἔκτισται·
Verse: 30    
θηρίων ὀδόντες καὶ σκορπίοι καὶ ἔχεις
   
καὶ ῥομϕαία ἐκδικοῦσα εἰς ὄλεθρον ἀσεβεῖς·
Verse: 31    
ἐν τῇ ἐντολῇ αὐτοῦ εὐϕρανθήσονται
   
καὶ ἐπὶ τῆς γῆς εἰς χρείας ἑτοιμασθήσονται
   
καὶ ἐν καιροῖς αὐτῶν οὐ παραβήσονται λόγον.
Verse: 32    
Διὰ τοῦτο ἐξ ἀρχῆς ἐστηρίχθην
   
καὶ διενοήθην καὶ ἐν γραϕῇ ἀϕῆκα
Verse: 33    
Τὰ ἔργα κυρίου πάντα ἀγαθὰ
   
καὶ πᾶσαν χρείαν ἐν ὥρᾳ αὐτῆς χορηγήσει,
Verse: 34    
καὶ οὐκ ἔστιν εἰπεῖν Τοῦτο τούτου πονηρότερον,
   
πάντα γὰρ ἐν καιρῷ εὐδοκιμηθήσεται.
Verse: 35    
καὶ νῦν ἐν πάσῃ καρδίᾳ καὶ στόματι ὑμνήσατε
   
καὶ εὐλογήσατε τὸ ὄνομα κυρίου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.