TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 900
Chapter: 49
Verse: 1
Μνημόσυνον
Ιωσιου
εἰς
σύνθεσιν
θυμιάματος
ἐσκευασμένον
ἔργῳ
μυρεψοῦ
·
ἐν
παντὶ
στόματι
ὡς
μέλι
γλυκανθήσεται
καὶ
ὡς
μουσικὰ
ἐν
συμποσίῳ
οἴνου
.
Verse: 2
αὐτὸς
κατευθύνθη
ἐν
ἐπιστροϕῇ
λαοῦ
καὶ
ἐξῆρεν
βδελύγματα
ἀνομίας
·
Verse: 3
κατεύθυνεν
πρὸς
κύριον
τὴν
καρδίαν
αὐτοῦ
,
ἐν
ἡμέραις
ἀνόμων
κατίσχυσεν
τὴν
εὐσέβειαν
.
Verse: 4
Πάρεξ
Δαυιδ
καὶ
Εζεκιου
καὶ
Ιωσιου
πάντες
πλημμέλειαν
ἐπλημμέλησαν
·
κατέλιπον
γὰρ
τὸν
νόμον
τοῦ
ὑψίστου
,
οἱ
βασιλεῖς
Ιουδα
ἐξέλιπον
·
Verse: 5
ἔδωκαν
γὰρ
τὸ
κέρας
αὐτῶν
ἑτέροις
καὶ
τὴν
δόξαν
αὐτῶν
ἔθνει
ἀλλοτρίῳ
.
Verse: 6
ἐνεπύρισαν
ἐκλεκτὴν
πόλιν
ἁγιάσματος
καὶ
ἠρήμωσαν
τὰς
ὁδοὺς
αὐτῆς
Verse: 7
ἐν
χειρὶ
Ιερεμιου
·
ἐκάκωσαν
γὰρ
αὐτόν
,
καὶ
αὐτὸς
ἐν
μήτρᾳ
ἡγιάσθη
προϕήτης
ἐκριζοῦν
καὶ
κακοῦν
καὶ
ἀπολλύειν
,
ὡσαύτως
οἰκοδομεῖν
καὶ
καταϕυτεύειν
.
Verse: 8
Ιεζεκιηλ
ὃς
εἶδεν
ὅρασιν
δόξης
,
ἣν
ὑπέδειξεν
αὐτῷ
ἐπὶ
ἅρματος
χερουβιν
·
Verse: 9
καὶ
γὰρ
ἐμνήσθη
τῶν
ἐχθρῶν
ἐν
ὄμβρῳ
καὶ
ἀγαθῶσαι
τοὺς
εὐθύνοντας
ὁδούς
.
Verse: 10
καὶ
τῶν
δώδεκα
προϕητῶν
τὰ
ὀστᾶ
ἀναθάλοι
ἐκ
τοῦ
τόπου
αὐτῶν
·
παρεκάλεσαν
γὰρ
τὸν
Ιακωβ
καὶ
ἐλυτρώσαντο
αὐτοὺς
ἐν
πίστει
ἐλπίδος
.
Verse: 11
Πῶς
μεγαλύνωμεν
τὸν
Ζοροβαβελ
;
καὶ
αὐτὸς
ὡς
σϕραγὶς
ἐπὶ
δεξιᾶς
χειρός
,
Verse: 12
οὕτως
᾽Ιησοῦς
υἱὸς
Ιωσεδεκ
,
οἳ
ἐν
ἡμέραις
αὐτῶν
ᾠκοδόμησαν
οἶκον
καὶ
ἀνύψωσαν
ναὸν
ἅγιον
κυρίῳ
ἡτοιμασμένον
εἰς
δόξαν
αἰῶνος
.
Verse: 13
καὶ
Νεεμιου
ἐπὶ
πολὺ
τὸ
μνημόσυνον
τοῦ
ἐγείραντος
ἡμῖν
τείχη
πεπτωκότα
καὶ
στήσαντος
πύλας
καὶ
μοχλοὺς
καὶ
ἀνεγείραντος
τὰ
οἰκόπεδα
ἡμῶν
.
Verse: 14
Οὐδεὶς
ἐκτίσθη
ἐπὶ
τῆς
γῆς
τοιοῦτος
οἷος
Ενωχ
·
καὶ
γὰρ
αὐτὸς
ἀνελήμϕθη
ἀπὸ
τῆς
γῆς
.
Verse: 15
οὐδὲ
ὡς
Ιωσηϕ
ἐγεννήθη
ἀνὴρ
ἡγούμενος
ἀδελϕῶν
,
στήριγμα
λαοῦ
,
καὶ
τὰ
ὀστᾶ
αὐτοῦ
ἐπεσκέπησαν
.
Verse: 16
Σημ
καὶ
Σηθ
ἐν
ἀνθρώποις
ἐδοξάσθησαν
,
καὶ
ὑπὲρ
πᾶν
ζῷον
ἐν
τῇ
κτίσει
Αδαμ
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.