TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 952
Previous part

Chapter: 2 
Verse: 1    Σαλπίσατε σάλπιγγι ἐν Σιων, κηρύξατε ἐν ὄρει ἁγίῳ μου, καὶ συγχυθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν γῆν, διότι πάρεστιν ἡμέρα κυρίου, ὅτι ἐγγύς,
Verse: 2    
ἡμέρα σκότους καὶ γνόϕου, ἡμέρα νεϕέλης καὶ ὁμίχλης. ὡς ὄρθρος χυθήσεται ἐπὶ τὰ ὄρη λαὸς πολὺς καὶ ἰσχυρός· ὅμοιος αὐτῷ οὐ γέγονεν ἀπὸ τοῦ αἰῶνος καὶ μετ' αὐτὸν οὐ προστεθήσεται ἕως ἐτῶν εἰς γενεὰς γενεῶν.
Verse: 3    
τὰ ἔμπροσθεν αὐτοῦ πῦρ ἀναλίσκον, καὶ τὰ ὀπίσω αὐτοῦ ἀναπτομένη ϕλόξ· ὡς παράδεισος τρυϕῆς γῆ πρὸ προσώπου αὐτοῦ, καὶ τὰ ὄπισθεν αὐτοῦ πεδίον ἀϕανισμοῦ, καὶ ἀνασῳζόμενος οὐκ ἔσται αὐτῷ.
Verse: 4    
ὡς ὅρασις ἵππων ὄψις αὐτῶν, καὶ ὡς ἱππεῖς οὕτως καταδιώξονται·
Verse: 5    
ὡς ϕωνὴ ἁρμάτων ἐπὶ τὰς κορυϕὰς τῶν ὀρέων ἐξαλοῦνται καὶ ὡς ϕωνὴ ϕλογὸς πυρὸς κατεσθιούσης καλάμην καὶ ὡς λαὸς πολὺς καὶ ἰσχυρὸς παρατασσόμενος εἰς πόλεμον.
Verse: 6    
ἀπὸ προσώπου αὐτοῦ συντριβήσονται λαοί, πᾶν πρόσωπον ὡς πρόσκαυμα χύτρας.
Verse: 7    
ὡς μαχηταὶ δραμοῦνται καὶ ὡς ἄνδρες πολεμισταὶ ἀναβήσονται ἐπὶ τὰ τείχη, καὶ ἕκαστος ἐν τῇ ὁδῷ αὐτοῦ πορεύσεται, καὶ οὐ μὴ ἐκκλίνωσιν τὰς τρίβους αὐτῶν,
Verse: 8    
καὶ ἕκαστος ἀπὸ τοῦ ἀδελϕοῦ αὐτοῦ οὐκ ἀϕέξεται· καταβαρυνόμενοι ἐν τοῖς ὅπλοις αὐτῶν πορεύσονται καὶ ἐν τοῖς βέλεσιν αὐτῶν πεσοῦνται καὶ οὐ μὴ συντελεσθῶσιν.
Verse: 9    
τῆς πόλεως ἐπιλήμψονται καὶ ἐπὶ τῶν τειχέων δραμοῦνται καὶ ἐπὶ τὰς οἰκίας ἀναβήσονται καὶ διὰ θυρίδων εἰσελεύσονται ὡς κλέπται.
Verse: 10    
πρὸ προσώπου αὐτῶν συγχυθήσεται γῆ καὶ σεισθήσεται οὐρανός, ἥλιος καὶ σελήνη συσκοτάσουσιν, καὶ τὰ ἄστρα δύσουσιν τὸ ϕέγγος αὐτῶν.
Verse: 11    
καὶ κύριος δώσει ϕωνὴν αὐτοῦ πρὸ προσώπου δυνάμεως αὐτοῦ, ὅτι πολλή ἐστιν σϕόδρα παρεμβολὴ αὐτοῦ, ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ· διότι μεγάλη ἡμέρα τοῦ κυρίου, μεγάλη καὶ ἐπιϕανὴς σϕόδρα, καὶ τίς ἔσται ἱκανὸς αὐτῇ;
Verse: 12    
καὶ νῦν λέγει κύριος θεὸς ὑμῶν ᾽Επιστράϕητε πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐν νηστείᾳ καὶ ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ·
Verse: 13    
καὶ διαρρήξατε τὰς καρδίας ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν καὶ ἐπιστράϕητε πρὸς κύριον τὸν θεὸν ὑμῶν, ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστίν, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις.
Verse: 14    
τίς οἶδεν εἰ ἐπιστρέψει καὶ μετανοήσει καὶ ὑπολείψεται ὀπίσω αὐτοῦ εὐλογίαν, θυσίαν καὶ σπονδὴν κυρίῳ τῷ θεῷ ἡμῶν;
Verse: 15    
σαλπίσατε σάλπιγγι ἐν Σιων, ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν,
Verse: 16    
συναγάγετε λαόν, ἁγιάσατε ἐκκλησίαν, ἐκλέξασθε πρεσβυτέρους, συναγάγετε νήπια θηλάζοντα μαστούς, ἐξελθάτω νυμϕίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ καὶ νύμϕη ἐκ τοῦ παστοῦ αὐτῆς.
Verse: 17    
ἀνὰ μέσον τῆς κρηπῖδος τοῦ θυσιαστηρίου κλαύσονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες κυρίῳ καὶ ἐροῦσιν Φεῖσαι, κύριε, τοῦ λαοῦ σου καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τοῦ κατάρξαι αὐτῶν ἔθνη, ὅπως μὴ εἴπωσιν ἐν τοῖς ἔθνεσιν Ποῦ ἐστιν θεὸς αὐτῶν;
Verse: 18    
Καὶ ἐζήλωσεν κύριος τὴν γῆν αὐτοῦ καὶ ἐϕείσατο τοῦ λαοῦ αὐτοῦ.
Verse: 19    
καὶ ἀπεκρίθη κύριος καὶ εἶπεν τῷ λαῷ αὐτοῦ ᾽Ιδοὺ ἐγὼ ἐξαποστέλλω ὑμῖν τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἐμπλησθήσεσθε αὐτῶν, καὶ οὐ δώσω ὑμᾶς οὐκέτι εἰς ὀνειδισμὸν ἐν τοῖς ἔθνεσι·
Verse: 20    
καὶ τὸν ἀπὸ βορρᾶ ἐκδιώξω ἀϕ' ὑμῶν καὶ ἐξώσω αὐτὸν εἰς γῆν ἄνυδρον καὶ ἀϕανιῶ τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὰ ὀπίσω αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, καὶ ἀναβήσεται σαπρία αὐτοῦ, καὶ ἀναβήσεται βρόμος αὐτοῦ, ὅτι ἐμεγάλυνεν τὰ ἔργα αὐτοῦ.
Verse: 21    
θάρσει, γῆ, χαῖρε καὶ εὐϕραίνου, ὅτι ἐμεγάλυνεν κύριος τοῦ ποιῆσαι.
Verse: 22    
θαρσεῖτε, κτήνη τοῦ πεδίου, ὅτι βεβλάστηκεν πεδία τῆς ἐρήμου, ὅτι ξύλον ἤνεγκεν τὸν καρπὸν αὐτοῦ, ἄμπελος καὶ συκῆ ἔδωκαν τὴν ἰσχὺν αὐτῶν.
Verse: 23    
καὶ τὰ τέκνα Σιων, χαίρετε καὶ εὐϕραίνεσθε ἐπὶ τῷ κυρίῳ θεῷ ὑμῶν, διότι ἔδωκεν ὑμῖν τὰ βρώματα εἰς δικαιοσύνην καὶ βρέξει ὑμῖν ὑετὸν πρόιμον καὶ ὄψιμον καθὼς ἔμπροσθεν,
Verse: 24    
καὶ πλησθήσονται αἱ ἅλωνες σίτου, καὶ ὑπερεκχυθήσονται αἱ ληνοὶ οἴνου καὶ ἐλαίου.
Verse: 25    
καὶ ἀνταποδώσω ὑμῖν ἀντὶ τῶν ἐτῶν, ὧν κατέϕαγεν ἀκρὶς καὶ βροῦχος καὶ ἐρυσίβη καὶ κάμπη, δύναμίς μου μεγάλη, ἣν ἐξαπέστειλα εἰς ὑμᾶς·
Verse: 26    
καὶ ϕάγεσθε ἐσθίοντες καὶ ἐμπλησθήσεσθε καὶ αἰνέσετε τὸ ὄνομα κυρίου τοῦ θεοῦ ὑμῶν, ἐποίησεν μεθ' ὑμῶν εἰς θαυμάσια, καὶ οὐ μὴ καταισχυνθῇ λαός μου εἰς τὸν αἰῶνα·
Verse: 27    
καὶ ἐπιγνώσεσθε ὅτι ἐν μέσῳ τοῦ Ισραηλ ἐγώ εἰμι, καὶ ἐγὼ κύριος θεὸς ὑμῶν, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ, καὶ οὐ μὴ καταισχυνθῶσιν οὐκέτι πᾶς λαός μου εἰς τὸν αἰῶνα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.