TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 957
Chapter: 2
Verse: 1
Καὶ
προσέταξεν
κύριος
κήτει
μεγάλῳ
καταπιεῖν
τὸν
Ιωναν
·
καὶ
ἦν
Ιωνας
ἐν
τῇ
κοιλίᾳ
τοῦ
κήτους
τρεῖς
ἡμέρας
καὶ
τρεῖς
νύκτας
.
Verse: 2
καὶ
προσηύξατο
Ιωνας
πρὸς
κύριον
τὸν
θεὸν
αὐτοῦ
ἐκ
τῆς
κοιλίας
τοῦ
κήτους
Verse: 3
καὶ
εἶπεν
᾽Εβόησα
ἐν
θλίψει
μου
πρὸς
κύριον
τὸν
θεόν
μου
,
καὶ
εἰσήκουσέν
μου
·
ἐκ
κοιλίας
ᾅδου
κραυγῆς
μου
ἤκουσας
ϕωνῆς
μου
.
Verse: 4
ἀπέρριψάς
με
εἰς
βάθη
καρδίας
θαλάσσης
,
καὶ
ποταμοί
με
ἐκύκλωσαν
·
πάντες
οἱ
μετεωρισμοί
σου
καὶ
τὰ
κύματά
σου
ἐπ
'
ἐμὲ
διῆλθον
.
Verse: 5
καὶ
ἐγὼ
εἶπα
᾽Απῶσμαι
ἐξ
ὀϕθαλμῶν
σου
·
ἆρα
προσθήσω
τοῦ
ἐπιβλέψαι
πρὸς
τὸν
ναὸν
τὸν
ἅγιόν
σου
;
Verse: 6
περιεχύθη
ὕδωρ
μοι
ἕως
ψυχῆς
,
ἄβυσσος
ἐκύκλωσέν
με
ἐσχάτη
,
ἔδυ
ἡ
κεϕαλή
μου
εἰς
σχισμὰς
ὀρέων
.
Verse: 7
κατέβην
εἰς
γῆν
,
ἧς
οἱ
μοχλοὶ
αὐτῆς
κάτοχοι
αἰώνιοι
,
καὶ
ἀναβήτω
ϕθορὰ
ζωῆς
μου
,
κύριε
ὁ
θεός
μου
.
Verse: 8
ἐν
τῷ
ἐκλείπειν
ἀπ
'
ἐμοῦ
τὴν
ψυχήν
μου
τοῦ
κυρίου
ἐμνήσθην
,
καὶ
ἔλθοι
πρὸς
σὲ
ἡ
προσευχή
μου
εἰς
ναὸν
ἅγιόν
σου
.
Verse: 9
ϕυλασσόμενοι
μάταια
καὶ
ψευδῆ
ἔλεος
αὐτῶν
ἐγκατέλιπον
.
Verse: 10
ἐγὼ
δὲ
μετὰ
ϕωνῆς
αἰνέσεως
καὶ
ἐξομολογήσεως
θύσω
σοι
·
ὅσα
ηὐξάμην
,
ἀποδώσω
σοι
σωτηρίου
τῷ
κυρίῳ
.
Verse: 11
καὶ
προσετάγη
τῷ
κήτει
,
καὶ
ἐξέβαλεν
τὸν
Ιωναν
ἐπὶ
τὴν
ξηράν
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.