TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 961
Chapter: 2
Verse: 1
᾽Ιδοὺ
ἐπὶ
τὰ
ὄρη
οἱ
πόδες
εὐαγγελιζομένου
καὶ
ἀπαγγέλλοντος
εἰρήνην
·
ἑόρταζε
,
Ιουδα
,
τὰς
ἑορτάς
σου
,
ἀπόδος
τὰς
εὐχάς
σου
,
διότι
οὐ
μὴ
προσθήσωσιν
ἔτι
τοῦ
διελθεῖν
διὰ
σοῦ
εἰς
παλαίωσιν
Συντετέλεσται
,
ἐξῆρται
.
Verse: 2
ἀνέβη
ἐμϕυσῶν
εἰς
πρόσωπόν
σου
ἐξαιρούμενος
ἐκ
θλίψεως
·
σκόπευσον
ὁδόν
,
κράτησον
ὀσϕύος
,
ἄνδρισαι
τῇ
ἰσχύι
σϕόδρα
,
Verse: 3
διότι
ἀπέστρεψεν
κύριος
τὴν
ὕβριν
Ιακωβ
καθὼς
ὕβριν
τοῦ
Ισραηλ
,
διότι
ἐκτινάσσοντες
ἐξετίναξαν
αὐτοὺς
καὶ
τὰ
κλήματα
αὐτῶν
,
διέϕθειραν
Verse: 4
ὅπλα
δυναστείας
αὐτῶν
ἐξ
ἀνθρώπων
,
ἄνδρας
δυνατοὺς
ἐμπαίζοντας
ἐν
πυρί
·
αἱ
ἡνίαι
τῶν
ἁρμάτων
αὐτῶν
ἐν
ἡμέρᾳ
ἑτοιμασίας
αὐτοῦ
,
καὶ
οἱ
ἱππεῖς
θορυβηθήσονται
Verse: 5
ἐν
ταῖς
ὁδοῖς
,
καὶ
συγχυθήσονται
τὰ
ἅρματα
καὶ
συμπλακήσονται
ἐν
ταῖς
πλατείαις
·
ἡ
ὅρασις
αὐτῶν
ὡς
λαμπάδες
πυρὸς
καὶ
ὡς
ἀστραπαὶ
διατρέχουσαι
.
Verse: 6
καὶ
μνησθήσονται
οἱ
μεγιστᾶνες
αὐτῶν
καὶ
ϕεύξονται
ἡμέρας
καὶ
ἀσθενήσουσιν
ἐν
τῇ
πορείᾳ
αὐτῶν
καὶ
σπεύσουσιν
ἐπὶ
τὰ
τείχη
καὶ
ἑτοιμάσουσιν
τὰς
προϕυλακὰς
αὐτῶν
.
Verse: 7
πύλαι
τῶν
ποταμῶν
διηνοίχθησαν
,
καὶ
τὰ
βασίλεια
διέπεσεν
,
Verse: 8
καὶ
ἡ
ὑπόστασις
ἀπεκαλύϕθη
,
καὶ
αὕτη
ἀνέβαινεν
,
καὶ
αἱ
δοῦλαι
αὐτῆς
ἤγοντο
καθὼς
περιστεραὶ
ϕθεγγόμεναι
ἐν
καρδίαις
αὐτῶν
.
Verse: 9
καὶ
Νινευη
,
ὡς
κολυμβήθρα
ὕδατος
τὰ
ὕδατα
αὐτῆς
,
καὶ
αὐτοὶ
ϕεύγοντες
οὐκ
ἔστησαν
,
καὶ
οὐκ
ἦν
ὁ
ἐπιβλέπων
.
Verse: 10
διήρπαζον
τὸ
ἀργύριον
,
διήρπαζον
τὸ
χρυσίον
,
καὶ
οὐκ
ἦν
πέρας
τοῦ
κόσμου
αὐτῆς
·
βεβάρυνται
ὑπὲρ
πάντα
τὰ
σκεύη
τὰ
ἐπιθυμητὰ
αὐτῆς
.
Verse: 11
ἐκτιναγμὸς
καὶ
ἀνατιναγμὸς
καὶ
ἐκβρασμὸς
καὶ
καρδίας
θραυσμὸς
καὶ
ὑπόλυσις
γονάτων
καὶ
ὠδῖνες
ἐπὶ
πᾶσαν
ὀσϕύν
,
καὶ
τὸ
πρόσωπον
πάντων
ὡς
πρόσκαυμα
χύτρας
.
Verse: 12
ποῦ
ἐστιν
τὸ
κατοικητήριον
τῶν
λεόντων
καὶ
ἡ
νομὴ
ἡ
οὖσα
τοῖς
σκύμνοις
,
οὗ
ἐπορεύθη
λέων
τοῦ
εἰσελθεῖν
ἐκεῖ
,
σκύμνος
λέοντος
καὶ
οὐκ
ἦν
ὁ
ἐκϕοβῶν
;
Verse: 13
λέων
ἥρπασεν
τὰ
ἱκανὰ
τοῖς
σκύμνοις
αὐτοῦ
καὶ
ἀπέπνιξεν
τοῖς
λέουσιν
αὐτοῦ
καὶ
ἔπλησεν
θήρας
νοσσιὰν
αὐτοῦ
καὶ
τὸ
κατοικητήριον
αὐτοῦ
ἁρπαγῆς
.
Verse: 14
ἰδοὺ
ἐγὼ
ἐπὶ
σέ
,
λέγει
κύριος
παντοκράτωρ
,
καὶ
ἐκκαύσω
ἐν
καπνῷ
πλῆθός
σου
,
καὶ
τοὺς
λέοντάς
σου
καταϕάγεται
ῥομϕαία
,
καὶ
ἐξολεθρεύσω
ἐκ
τῆς
γῆς
τὴν
θήραν
σου
,
καὶ
οὐ
μὴ
ἀκουσθῇ
οὐκέτι
τὰ
ἔργα
σου
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.