TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 973
Chapter: 3
Verse: 1
Καὶ
ἔδειξέν
μοι
᾽Ιησοῦν
τὸν
ἱερέα
τὸν
μέγαν
ἑστῶτα
πρὸ
προσώπου
ἀγγέλου
κυρίου
,
καὶ
ὁ
διάβολος
εἱστήκει
ἐκ
δεξιῶν
αὐτοῦ
τοῦ
ἀντικεῖσθαι
αὐτῷ
.
Verse: 2
καὶ
εἶπεν
κύριος
πρὸς
τὸν
διάβολον
᾽Επιτιμήσαι
κύριος
ἐν
σοί
,
διάβολε
,
καὶ
ἐπιτιμήσαι
κύριος
ἐν
σοὶ
ὁ
ἐκλεξάμενος
τὴν
Ιερουσαλημ
·
οὐκ
ἰδοὺ
τοῦτο
ὡς
δαλὸς
ἐξεσπασμένος
ἐκ
πυρός
;
Verse: 3
καὶ
᾽Ιησοῦς
ἦν
ἐνδεδυμένος
ἱμάτια
ῥυπαρὰ
καὶ
εἱστήκει
πρὸ
προσώπου
τοῦ
ἀγγέλου
.
Verse: 4
καὶ
ἀπεκρίθη
καὶ
εἶπεν
πρὸς
τοὺς
ἑστηκότας
πρὸ
προσώπου
αὐτοῦ
λέγων
᾽Αϕέλετε
τὰ
ἱμάτια
τὰ
ῥυπαρὰ
ἀπ
'
αὐτοῦ
.
καὶ
εἶπεν
πρὸς
αὐτόν
᾽Ιδοὺ
ἀϕῄρηκα
τὰς
ἀνομίας
σου
,
καὶ
ἐνδύσατε
αὐτὸν
ποδήρη
Verse: 5
καὶ
ἐπίθετε
κίδαριν
καθαρὰν
ἐπὶ
τὴν
κεϕαλὴν
αὐτοῦ
.
καὶ
περιέβαλον
αὐτὸν
ἱμάτια
καὶ
ἐπέθηκαν
κίδαριν
καθαρὰν
ἐπὶ
τὴν
κεϕαλὴν
αὐτοῦ
,
καὶ
ὁ
ἄγγελος
κυρίου
εἱστήκει
.
Verse: 6
καὶ
διεμαρτύρατο
ὁ
ἄγγελος
κυρίου
πρὸς
᾽Ιησοῦν
λέγων
Verse: 7
Τάδε
λέγει
κύριος
παντοκράτωρ
᾽Εὰν
ἐν
ταῖς
ὁδοῖς
μου
πορεύῃ
καὶ
ἐὰν
τὰ
προστάγματά
μου
ϕυλάξῃς
,
καὶ
σὺ
διακρινεῖς
τὸν
οἶκόν
μου
·
καὶ
ἐὰν
διαϕυλάξῃς
καί
γε
τὴν
αὐλήν
μου
,
καὶ
δώσω
σοι
ἀναστρεϕομένους
ἐν
μέσῳ
τῶν
ἑστηκότων
τούτων
.
Verse: 8
ἄκουε
δή
,
᾽Ιησοῦ
ὁ
ἱερεὺς
ὁ
μέγας
,
σὺ
καὶ
οἱ
πλησίον
σου
οἱ
καθήμενοι
πρὸ
προσώπου
σου
,
διότι
ἄνδρες
τερατοσκόποι
εἰσί
·
διότι
ἰδοὺ
ἐγὼ
ἄγω
τὸν
δοῦλόν
μου
᾽Ανατολήν
·
Verse: 9
διότι
ὁ
λίθος
,
ὃν
ἔδωκα
πρὸ
προσώπου
᾽Ιησοῦ
,
ἐπὶ
τὸν
λίθον
τὸν
ἕνα
ἑπτὰ
ὀϕθαλμοί
εἰσιν
·
ἰδοὺ
ἐγὼ
ὀρύσσω
βόθρον
,
λέγει
κύριος
παντοκράτωρ
,
καὶ
ψηλαϕήσω
πᾶσαν
τὴν
ἀδικίαν
τῆς
γῆς
ἐκείνης
ἐν
ἡμέρᾳ
μιᾷ
.
Verse: 10
ἐν
τῇ
ἡμέρᾳ
ἐκείνῃ
,
λέγει
κύριος
παντοκράτωρ
,
συγκαλέσετε
ἕκαστος
τὸν
πλησίον
αὐτοῦ
ὑποκάτω
ἀμπέλου
καὶ
ὑποκάτω
συκῆς
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.