TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 988
Book: Is.
ΗΣΑΙΑΣ
Chapter: 1
Verse: 1
῞Ορασις
,
ἣν
εἶδεν
Ησαιας
υἱὸς
Αμως
,
ἣν
εἶδεν
κατὰ
τῆς
Ιουδαίας
καὶ
κατὰ
Ιερουσαλημ
ἐν
βασιλείᾳ
Οζιου
καὶ
Ιωαϑαμ
καὶ
Αχαζ
καὶ
Εζεκιου
,
οἳ
ἐβασίλευσαν
τῆς
Ιουδαίας
.
Verse: 2
῎Ακουε
,
οὐρανέ
,
καὶ
ἐνωτίζου
,
γῆ
,
ὅτι
κύριος
ἐλάλησεν
·
υἱοὺς
ἐγέννησα
καὶ
ὕψωσα
,
αὐτοὶ
δέ
με
ἠϑέτησαν
.
Verse: 3
ἔγνω
βοῦς
τὸν
κτησάμενον
καὶ
ὄνος
τὴν
ϕάτνην
τοῦ
κυρίου
αὐτοῦ
·
Ισραηλ
δέ
με
οὐκ
ἔγνω
,
καὶ
ὁ
λαός
με
οὐ
συνῆκεν
.
Verse: 4
οὐαὶ
ἔϑνος
ἁμαρτωλόν
,
λαὸς
πλήρης
ἁμαρτιῶν
,
σπέρμα
πονηρόν
,
υἱοὶ
ἄνομοι
·
ἐγκατελίπατε
τὸν
κύριον
καὶ
παρωργίσατε
τὸν
ἅγιον
τοῦ
Ισραηλ
.
Verse: 5
τί
ἔτι
πληγῆτε
προστιϑέντες
ἀνομίαν
;
πᾶσα
κεϕαλὴ
εἰς
πόνον
καὶ
πᾶσα
καρδία
εἰς
λύπην
.
Verse: 6
ἀπὸ
ποδῶν
ἕως
κεϕαλῆς
οὔτε
τραῦμα
οὔτε
μώλωψ
οὔτε
πληγὴ
ϕλεγμαίνουσα
,
οὐκ
ἔστιν
μάλαγμα
ἐπιϑεῖναι
οὔτε
ἔλαιον
οὔτε
καταδέσμους
.
Verse: 7
ἡ
γῆ
ὑμῶν
ἔρημος
,
αἱ
πόλεις
ὑμῶν
πυρίκαυστοι
·
τὴν
χώραν
ὑμῶν
ἐνώπιον
ὑμῶν
ἀλλότριοι
κατεσϑίουσιν
αὐτήν
,
καὶ
ἠρήμωται
κατεστραμμένη
ὑπὸ
λαῶν
ἀλλοτρίων
.
Verse: 8
ἐγκαταλειϕϑήσεται
ἡ
ϑυγάτηρ
Σιων
ὡς
σκηνὴ
ἐν
ἀμπελῶνι
καὶ
ὡς
ὀπωροϕυλάκιον
ἐν
σικυηράτῳ
,
ὡς
πόλις
πολιορκουμένη
·
Verse: 9
καὶ
εἰ
μὴ
κύριος
σαβαωϑ
ἐγκατέλιπεν
ἡμῖν
σπέρμα
,
ὡς
Σοδομα
ἂν
ἐγενήϑημεν
καὶ
ὡς
Γομορρα
ἂν
ὡμοιώϑημεν
.
Verse: 10
᾽Ακούσατε
λόγον
κυρίου
,
ἄρχοντες
Σοδομων
·
προσέχετε
νόμον
ϑεοῦ
,
λαὸς
Γομορρας
.
Verse: 11
τί
μοι
πλῆϑος
τῶν
ϑυσιῶν
ὑμῶν
;
λέγει
κύριος
·
πλήρης
εἰμὶ
ὁλοκαυτωμάτων
κριῶν
καὶ
στέαρ
ἀρνῶν
καὶ
αἷμα
ταύρων
καὶ
τράγων
οὐ
βούλομαι
,
Verse: 12
οὐδ
'
ἐὰν
ἔρχησϑε
ὀϕϑῆναί
μοι
.
τίς
γὰρ
ἐξεζήτησεν
ταῦτα
ἐκ
τῶν
χειρῶν
ὑμῶν
;
πατεῖν
τὴν
αὐλήν
μου
Verse: 13
οὐ
προσϑήσεσϑε
·
ἐὰν
ϕέρητε
σεμίδαλιν
,
μάταιον
·
ϑυμίαμα
βδέλυγμά
μοί
ἐστιν
·
τὰς
νουμηνίας
ὑμῶν
καὶ
τὰ
σάββατα
καὶ
ἡμέραν
μεγάλην
οὐκ
ἀνέχομαι
·
νηστείαν
καὶ
ἀργίαν
Verse: 14
καὶ
τὰς
νουμηνίας
ὑμῶν
καὶ
τὰς
ἑορτὰς
ὑμῶν
μισεῖ
ἡ
ψυχή
μου
·
ἐγενήϑητέ
μοι
εἰς
πλησμονήν
,
οὐκέτι
ἀνήσω
τὰς
ἁμαρτίας
ὑμῶν
.
Verse: 15
ὅταν
τὰς
χεῖρας
ἐκτείνητε
πρός
με
,
ἀποστρέψω
τοὺς
ὀϕϑαλμούς
μου
ἀϕ
'
ὑμῶν
,
καὶ
ἐὰν
πληϑύνητε
τὴν
δέησιν
,
οὐκ
εἰσακούσομαι
ὑμῶν
·
αἱ
γὰρ
χεῖρες
ὑμῶν
αἵματος
πλήρεις
.
Verse: 16
λούσασϑε
,
καϑαροὶ
γένεσϑε
,
ἀϕέλετε
τὰς
πονηρίας
ἀπὸ
τῶν
ψυχῶν
ὑμῶν
ἀπέναντι
τῶν
ὀϕϑαλμῶν
μου
,
παύσασϑε
ἀπὸ
τῶν
πονηριῶν
ὑμῶν
,
Verse: 17
μάϑετε
καλὸν
ποιεῖν
,
ἐκζητήσατε
κρίσιν
,
ῥύσασϑε
ἀδικούμενον
,
κρίνατε
ὀρϕανῷ
καὶ
δικαιώσατε
χήραν
·
Verse: 18
καὶ
δεῦτε
καὶ
διελεγχϑῶμεν
,
λέγει
κύριος
,
καὶ
ἐὰν
ὦσιν
αἱ
ἁμαρτίαι
ὑμῶν
ὡς
ϕοινικοῦν
,
ὡς
χιόνα
λευκανῶ
,
ἐὰν
δὲ
ὦσιν
ὡς
κόκκινον
,
ὡς
ἔριον
λευκανῶ
.
Verse: 19
καὶ
ἐὰν
ϑέλητε
καὶ
εἰσακούσητέ
μου
,
τὰ
ἀγαϑὰ
τῆς
γῆς
ϕάγεσϑε
·
Verse: 20
ἐὰν
δὲ
μὴ
ϑέλητε
μηδὲ
εἰσακούσητέ
μου
,
μάχαιρα
ὑμᾶς
κατέδεται
·
τὸ
γὰρ
στόμα
κυρίου
ἐλάλησεν
ταῦτα
.
Verse: 21
Πῶς
ἐγένετο
πόρνη
πόλις
πιστὴ
Σιων
,
πλήρης
κρίσεως
,
ἐν
ᾗ
δικαιοσύνη
ἐκοιμήϑη
ἐν
αὐτῇ
,
νῦν
δὲ
ϕονευταί
.
Verse: 22
τὸ
ἀργύριον
ὑμῶν
ἀδόκιμον
·
οἱ
κάπηλοί
σου
μίσγουσι
τὸν
οἶνον
ὕδατι
·
Verse: 23
οἱ
ἄρχοντές
σου
ἀπειϑοῦσιν
,
κοινωνοὶ
κλεπτῶν
,
ἀγαπῶντες
δῶρα
,
διώκοντες
ἀνταπόδομα
,
ὀρϕανοῖς
οὐ
κρίνοντες
καὶ
κρίσιν
χηρῶν
οὐ
προσέχοντες
.
Verse: 24
διὰ
τοῦτο
τάδε
λέγει
ὁ
δεσπότης
κύριος
σαβαωϑ
Οὐαὶ
οἱ
ἰσχύοντες
Ισραηλ
·
οὐ
παύσεται
γάρ
μου
ὁ
ϑυμὸς
ἐν
τοῖς
ὑπεναντίοις
,
καὶ
κρίσιν
ἐκ
τῶν
ἐχϑρῶν
μου
ποιήσω
.
Verse: 25
καὶ
ἐπάξω
τὴν
χεῖρά
μου
ἐπὶ
σὲ
καὶ
πυρώσω
σε
εἰς
καϑαρόν
,
τοὺς
δὲ
ἀπειϑοῦντας
ἀπολέσω
καὶ
ἀϕελῶ
πάντας
ἀνόμους
ἀπὸ
σοῦ
καὶ
πάντας
ὑπερηϕάνους
ταπεινώσω
.
Verse: 26
καὶ
ἐπιστήσω
τοὺς
κριτάς
σου
ὡς
τὸ
πρότερον
καὶ
τοὺς
συμβούλους
σου
ὡς
τὸ
ἀπ
'
ἀρχῆς
·
καὶ
μετὰ
ταῦτα
κληϑήσῃ
Πόλις
δικαιοσύνης
,
μητρόπολις
πιστὴ
Σιων
.
Verse: 27
μετὰ
γὰρ
κρίματος
σωϑήσεται
ἡ
αἰχμαλωσία
αὐτῆς
καὶ
μετὰ
ἐλεημοσύνης
·
Verse: 28
καὶ
συντριβήσονται
οἱ
ἄνομοι
καὶ
οἱ
ἁμαρτωλοὶ
ἅμα
,
καὶ
οἱ
ἐγκαταλείποντες
τὸν
κύριον
συντελεσϑήσονται
.
Verse: 29
διότι
αἰσχυνϑήσονται
ἐπὶ
τοῖς
εἰδώλοις
αὐτῶν
,
ἃ
αὐτοὶ
ἠβούλοντο
,
καὶ
ἐπῃσχύνϑησαν
ἐπὶ
τοῖς
κήποις
αὐτῶν
,
ἃ
ἐπεϑύμησαν
·
Verse: 30
ἔσονται
γὰρ
ὡς
τερέβινϑος
ἀποβεβληκυῖα
τὰ
ϕύλλα
καὶ
ὡς
παράδεισος
ὕδωρ
μὴ
ἔχων
·
Verse: 31
καὶ
ἔσται
ἡ
ἰσχὺς
αὐτῶν
ὡς
καλάμη
στιππύου
καὶ
αἱ
ἐργασίαι
αὐτῶν
ὡς
σπινϑῆρες
πυρός
,
καὶ
κατακαυϑήσονται
οἱ
ἄνομοι
καὶ
οἱ
ἁμαρτωλοὶ
ἅμα
,
καὶ
οὐκ
ἔσται
ὁ
σβέσων
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.