TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 995
Previous part

Chapter: 8 
Verse: 1    Καὶ εἶπεν κύριος πρός με Λαβὲ σεαυτῷ τόμον καινοῦ μεγάλου καὶ γράψον εἰς αὐτὸν γραϕίδι ἀνϑρώπου Τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων· πάρεστιν γάρ.
Verse: 2    
καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνϑρώπους, τὸν Ουριαν καὶ τὸν Ζαχαριαν υἱὸν Βαραχιου.
Verse: 3    
καὶ προσῆλϑον πρὸς τὴν προϕῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν. καὶ εἶπεν κύριός μοι Κάλεσον τὸ ὄνομα αὐτοῦ Ταχέως σκύλευσον, ὀξέως προνόμευσον·
Verse: 4    
διότι πρὶν γνῶναι τὸ παιδίον καλεῖν πατέρα μητέρα, λήμψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως ᾽Ασσυρίων.
Verse: 5    
Καὶ προσέϑετο κύριος λαλῆσαί μοι ἔτι
Verse: 6    
Διὰ τὸ μὴ βούλεσϑαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωαμ τὸ πορευόμενον ἡσυχῇ, ἀλλὰ βούλεσϑαι ἔχειν τὸν Ραασσων καὶ τὸν υἱὸν Ρομελιου βασιλέα ἐϕ' ὑμῶν,
Verse: 7    
διὰ τοῦτο ἰδοὺ ἀνάγει κύριος ἐϕ' ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ, τὸν βασιλέα τῶν ᾽Ασσυρίων καὶ τὴν δόξαν αὐτοῦ, καὶ ἀναβήσεται ἐπὶ πᾶσαν ϕάραγγα ὑμῶν καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν
Verse: 8    
καὶ ἀϕελεῖ ἀπὸ τῆς Ιουδαίας ἄνϑρωπον ὃς δυνήσεται κεϕαλὴν ἆραι δυνατὸν συντελέσασϑαί τι, καὶ ἔσται παρεμβολὴ αὐτοῦ ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου· μεϑ' ἡμῶν ϑεός.
Verse: 9    
γνῶτε ἔϑνη καὶ ἡττᾶσϑε, ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς, ἰσχυκότες ἡττᾶσϑε· ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηϑήσεσϑε.
Verse: 10    
καὶ ἣν ἂν βουλεύσησϑε βουλήν, διασκεδάσει κύριος, καὶ λόγον ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ὑμῖν, ὅτι μεϑ' ἡμῶν κύριος ϑεός.
Verse: 11    
Οὕτως λέγει κύριος Τῇ ἰσχυρᾷ χειρὶ ἀπειϑοῦσιν τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου λέγοντες
Verse: 12    
Μήποτε εἴπητε σκληρόν· πᾶν γάρ, ἐὰν εἴπῃ λαὸς οὗτος, σκληρόν ἐστιν· τὸν δὲ ϕόβον αὐτοῦ οὐ μὴ ϕοβηϑῆτε οὐδὲ μὴ ταραχϑῆτε·
Verse: 13    
κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σου ϕόβος.
Verse: 14    
καὶ ἐὰν ἐπ' αὐτῷ πεποιϑὼς ᾖς, ἔσται σοι εἰς ἁγίασμα, καὶ οὐχ ὡς λίϑου προσκόμματι συναντήσεσϑε αὐτῷ οὐδὲ ὡς πέτρας πτώματι· δὲ οἶκος Ιακωβ ἐν παγίδι, καὶ ἐν κοιλάσματι ἐγκαϑήμενοι ἐν Ιερουσαλημ.
Verse: 15    
διὰ τοῦτο ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοὶ καὶ πεσοῦνται καὶ συντριβήσονται, καὶ ἐγγιοῦσιν καὶ ἁλώσονται ἄνϑρωποι ἐν ἀσϕαλείᾳ ὄντες.
Verse: 16    
Τότε ϕανεροὶ ἔσονται οἱ σϕραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαϑεῖν.
Verse: 17    
καὶ ἐρεῖ Μενῶ τὸν ϑεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ιακωβ καὶ πεποιϑὼς ἔσομαι ἐπ' αὐτῷ.
Verse: 18    
ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, μοι ἔδωκεν ϑεός, καὶ ἔσται εἰς σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ισραηλ παρὰ κυρίου σαβαωϑ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιων.
Verse: 19    
καὶ ἐὰν εἴπωσιν πρὸς ὑμᾶς Ζητήσατε τοὺς ἀπὸ τῆς γῆς ϕωνοῦντας καὶ τοὺς ἐγγαστριμύϑους, τοὺς κενολογοῦντας οἳ ἐκ τῆς κοιλίας ϕωνοῦσιν, οὐκ ἔϑνος πρὸς ϑεὸν αὐτοῦ; τί ἐκζητοῦσιν περὶ τῶν ζώντων τοὺς νεκρούς;
Verse: 20    
νόμον γὰρ εἰς βοήϑειαν ἔδωκεν, ἵνα εἴπωσιν οὐχ ὡς τὸ ῥῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστιν δῶρα δοῦναι περὶ αὐτοῦ.
Verse: 21    
καὶ ἥξει ἐϕ' ὑμᾶς σκληρὰ λιμός, καὶ ἔσται ὡς ἂν πεινάσητε, λυπηϑήσεσϑε καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ παταχρα, καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω
Verse: 22    
καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται, καὶ ἰδοὺ ϑλῖψις καὶ στενοχωρία καὶ σκότος, ἀπορία στενὴ καὶ σκότος ὥστε μὴ βλέπειν,
Verse: 23    
καὶ οὐκ ἀπορηϑήσεται ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ. Τοῦτο πρῶτον ποίει, ταχὺ ποίει, χώρα Ζαβουλων, γῆ Νεϕϑαλιμ ὁδὸν ϑαλάσσης καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοικοῦντες καὶ πέραν τοῦ Ιορδάνου, Γαλιλαία τῶν ἐϑνῶν, τὰ μέρη τῆς Ιουδαίας.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.