TITUS
Novum Testamentum graece
Part No. 85
Previous part

Chapter: 17 
Verse: 1    Ταῦτα ἐλάλησεν ᾽Ιησοῦς, καὶ ἐπάρας τοὺς ὀϕϑαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν, Πάτερ, ἐλήλυϑεν ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα υἱὸς δοξάσῃ σέ,
Verse: 2    
καϑὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον.
Verse: 3    
αὕτη δέ ἐστιν αἰώνιος ζωή, ἵνα γινώσκωσιν σὲ τὸν μόνον ἀληϑινὸν ϑεὸν καὶ ὃν ἀπέστειλας ᾽Ιησοῦν Χριστόν.
Verse: 4    
ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον τελειώσας δέδωκάς μοι ἵνα ποιήσω·
Verse: 5    
καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.
Verse: 6    
᾽Εϕανέρωσά σου τὸ ὄνομα τοῖς ἀνϑρώποις οὓς ἔδωκάς μοι ἐκ τοῦ κόσμου. σοὶ ἦσαν κἀμοὶ αὐτοὺς ἔδωκας, καὶ τὸν λόγον σου τετήρηκαν.
Verse: 7    
νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ εἰσιν·
Verse: 8    
ὅτι τὰ ῥήματα ἔδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληϑῶς ὅτι παρὰ σοῦ ἐξῆλϑον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας.
Verse: 9    
ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσιν,
Verse: 10    
καὶ τὰ ἐμὰ πάντα σά ἐστιν καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς.
Verse: 11    
καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ αὐτοὶ ἐν τῷ κόσμῳ εἰσίν, κἀγὼ πρὸς σὲ ἔρχομαι. Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου δέδωκάς μοι, ἵνα ὦσιν ἓν καϑὼς ἡμεῖς.
Verse: 12    
ὅτε ἤμην μετ' αὐτῶν ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου δέδωκάς μοι, καὶ ἐϕύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ υἱὸς τῆς ἀπωλείας, ἵνα γραϕὴ πληρωϑῇ.
Verse: 13    
νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν αὑτοῖς.
Verse: 14    
ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου καϑὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου.
Verse: 15    
οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου ἀλλ' ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ.
Verse: 16    
ἐκ τοῦ κόσμου οὐκ εἰσὶν καϑὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου.
Verse: 17    
ἁγίασον αὐτοὺς ἐν τῇ ἀληϑείᾳ· λόγος σὸς ἀλήϑειά ἐστιν.
Verse: 18    
καϑὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον·
Verse: 19    
καὶ ὑπὲρ αὐτῶν [ἐγὼ] ἁγιάζω ἐμαυτόν, ἵνα ὦσιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληϑείᾳ.
Verse: 20    
Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ,
Verse: 21    
ἵνα πάντες ἓν ὦσιν, καϑὼς σύ, πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ὦσιν, ἵνα κόσμος πιστεύῃ ὅτι σύ με ἀπέστειλας.
Verse: 22    
κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καϑὼς ἡμεῖς ἕν,
Verse: 23    
ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσιν τετελειωμένοι εἰς ἕν, ἵνα γινώσκῃ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καϑὼς ἐμὲ ἠγάπησας.
Verse: 24    
Πάτερ, δέδωκάς μοι, ϑέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσιν μετ' ἐμοῦ, ἵνα ϑεωρῶσιν τὴν δόξαν τὴν ἐμὴν ἣν δέδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου.
Verse: 25    
πάτερ δίκαιε, καὶ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων, καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας,
Verse: 26    
καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου καὶ γνωρίσω, ἵνα ἀγάπη ἣν ἠγάπησάς με ἐν αὐτοῖς κἀγὼ ἐν αὐτοῖς.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.