TITUS
Novum Testamentum graece
Part No. 79
Previous part

Chapter: 11 
Verse: 1    ῏Ην δέ τις ἀσϑενῶν, Λάζαρος ἀπὸ Βηϑανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρϑας τῆς ἀδελϕῆς αὐτῆς.
Verse: 2    
ἦν δὲ Μαριὰμ ἀλείψασα τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς ϑριξὶν αὐτῆς, ἧς ἀδελϕὸς Λάζαρος ἠσϑένει.
Verse: 3    
ἀπέστειλαν οὖν αἱ ἀδελϕαὶ πρὸς αὐτὸν λέγουσαι, Κύριε, ἴδε ὃν ϕιλεῖς ἀσϑενεῖ.
Verse: 4    
ἀκούσας δὲ ᾽Ιησοῦς εἶπεν, Αὕτη ἀσϑένεια οὐκ ἔστιν πρὸς ϑάνατον ἀλλ' ὑπὲρ τῆς δόξης τοῦ ϑεοῦ, ἵνα δοξασϑῇ υἱὸς τοῦ ϑεοῦ δι' αὐτῆς.
Verse: 5    
ἠγάπα δὲ ᾽Ιησοῦς τὴν Μάρϑαν καὶ τὴν ἀδελϕὴν αὐτῆς καὶ τὸν Λάζαρον.
Verse: 6    
ὡς οὖν ἤκουσεν ὅτι ἀσϑενεῖ, τότε μὲν ἔμεινεν ἐν ἦν τόπῳ δύο ἡμέρας·
Verse: 7    
ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαϑηταῖς, ῎Αγωμεν εἰς τὴν ᾽Ιουδαίαν πάλιν.
Verse: 8    
λέγουσιν αὐτῷ οἱ μαϑηταί, ῾Ραββί, νῦν ἐζήτουν σε λιϑάσαι οἱ ᾽Ιουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ;
Verse: 9    
ἀπεκρίϑη ᾽Ιησοῦς, Οὐχὶ δώδεκα ὧραί εἰσιν τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ ϕῶς τοῦ κόσμου τούτου βλέπει·
Verse: 10    
ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ ϕῶς οὐκ ἔστιν ἐν αὐτῷ.
Verse: 11    
ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς, Λάζαρος ϕίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν.
Verse: 12    
εἶπαν οὖν οἱ μαϑηταὶ αὐτῷ, Κύριε, εἰ κεκοίμηται σωϑήσεται.
Verse: 13    
εἰρήκει δὲ ᾽Ιησοῦς περὶ τοῦ ϑανάτου αὐτοῦ. ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει.
Verse: 14    
τότε οὖν εἶπεν αὐτοῖς ᾽Ιησοῦς παρρησίᾳ, Λάζαρος ἀπέϑανεν,
Verse: 15    
καὶ χαίρω δι' ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλὰ ἄγωμεν πρὸς αὐτόν.
Verse: 16    
εἶπεν οὖν Θωμᾶς λεγόμενος Δίδυμος τοῖς συμμαϑηταῖς, ῎Αγωμεν καὶ ἡμεῖς ἵνα ἀποϑάνωμεν μετ' αὐτοῦ.
Verse: 17    
᾽Ελϑὼν οὖν ᾽Ιησοῦς εὗρεν αὐτὸν τέσσαρας ἤδη ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ.
Verse: 18    
ἦν δὲ Βηϑανία ἐγγὺς τῶν ῾Ιεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε.
Verse: 19    
πολλοὶ δὲ ἐκ τῶν ᾽Ιουδαίων ἐληλύϑεισαν πρὸς τὴν Μάρϑαν καὶ Μαριὰμ ἵνα παραμυϑήσωνται αὐτὰς περὶ τοῦ ἀδελϕοῦ.
Verse: 20    
οὖν Μάρϑα ὡς ἤκουσεν ὅτι ᾽Ιησοῦς ἔρχεται ὑπήντησεν αὐτῷ· Μαριὰμ δὲ ἐν τῷ οἴκῳ ἐκαϑέζετο.
Verse: 21    
εἶπεν οὖν Μάρϑα πρὸς τὸν ᾽Ιησοῦν, Κύριε, εἰ ἦς ὧδε οὐκ ἂν ἀπέϑανεν ἀδελϕός μου·
Verse: 22    
[ἀλλὰ] καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν ϑεὸν δώσει σοι ϑεός.
Verse: 23    
λέγει αὐτῇ ᾽Ιησοῦς, ᾽Αναστήσεται ἀδελϕός σου.
Verse: 24    
λέγει αὐτῷ Μάρϑα, Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
Verse: 25    
εἶπεν αὐτῇ ᾽Ιησοῦς, ᾽Εγώ εἰμι ἀνάστασις καὶ ζωή· πιστεύων εἰς ἐμὲ κἂν ἀποϑάνῃ ζήσεται,
Verse: 26    
καὶ πᾶς ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποϑάνῃ εἰς τὸν αἰῶνα· πιστεύεις τοῦτο;
Verse: 27    
λέγει αὐτῷ, Ναί, κύριε· ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ Χριστὸς υἱὸς τοῦ ϑεοῦ εἰς τὸν κόσμον ἐρχόμενος.
Verse: 28    
Καὶ ταῦτα εἰποῦσα ἀπῆλϑεν καὶ ἐϕώνησεν Μαριὰμ τὴν ἀδελϕὴν αὐτῆς λάϑρᾳ εἰποῦσα, ῾Ο διδάσκαλος πάρεστιν καὶ ϕωνεῖ σε.
Verse: 29    
ἐκείνη δὲ ὡς ἤκουσεν ἠγέρϑη ταχὺ καὶ ἤρχετο πρὸς αὐτόν·
Verse: 30    
οὔπω δὲ ἐληλύϑει ᾽Ιησοῦς εἰς τὴν κώμην, ἀλλ' ἦν ἔτι ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ Μάρϑα.
Verse: 31    
οἱ οὖν ᾽Ιουδαῖοι οἱ ὄντες μετ' αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυϑούμενοι αὐτήν, ἰδόντες τὴν Μαριὰμ ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλϑεν, ἠκολούϑησαν αὐτῇ, δόξαντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ.
Verse: 32    
οὖν Μαριὰμ ὡς ἦλϑεν ὅπου ἦν ᾽Ιησοῦς ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ πρὸς τοὺς πόδας, λέγουσα αὐτῷ, Κύριε, εἰ ἦς ὧδε οὐκ ἄν μου ἀπέϑανεν ἀδελϕός.
Verse: 33    
᾽Ιησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελϑόντας αὐτῇ ᾽Ιουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν,
Verse: 34    
καὶ εἶπεν, Ποῦ τεϑείκατε αὐτόν; λέγουσιν αὐτῷ, Κύριε, ἔρχου καὶ ἴδε.
Verse: 35    
ἐδάκρυσεν ᾽Ιησοῦς.
Verse: 36    
ἔλεγον οὖν οἱ ᾽Ιουδαῖοι, ῎Ιδε πῶς ἐϕίλει αὐτόν.
Verse: 37    
τινὲς δὲ ἐξ αὐτῶν εἶπαν, Οὐκ ἐδύνατο οὗτος ἀνοίξας τοὺς ὀϕϑαλμοὺς τοῦ τυϕλοῦ ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποϑάνῃ;
Verse: 38    
᾽Ιησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίϑος ἐπέκειτο ἐπ' αὐτῷ.
Verse: 39    
λέγει ᾽Ιησοῦς, ῎Αρατε τὸν λίϑον. λέγει αὐτῷ ἀδελϕὴ τοῦ τετελευτηκότος Μάρϑα, Κύριε, ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν.
Verse: 40    
λέγει αὐτῇ ᾽Ιησοῦς, Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ ϑεοῦ;
Verse: 41    
ἦραν οὖν τὸν λίϑον. δὲ ᾽Ιησοῦς ἦρεν τοὺς ὀϕϑαλμοὺς ἄνω καὶ εἶπεν, Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου.
Verse: 42    
ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.
Verse: 43    
καὶ ταῦτα εἰπὼν ϕωνῇ μεγάλῃ ἐκραύγασεν, Λάζαρε, δεῦρο ἔξω.
Verse: 44    
ἐξῆλϑεν τεϑνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει αὐτοῖς ᾽Ιησοῦς, Λύσατε αὐτὸν καὶ ἄϕετε αὐτὸν ὑπάγειν.
Verse: 45    
Πολλοὶ οὖν ἐκ τῶν ᾽Ιουδαίων, οἱ ἐλϑόντες πρὸς τὴν Μαριὰμ καὶ ϑεασάμενοι ἐποίησεν, ἐπίστευσαν εἰς αὐτόν·
Verse: 46    
τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλϑον πρὸς τοὺς Φαρισαίους καὶ εἶπαν αὐτοῖς ἐποίησεν ᾽Ιησοῦς.
Verse: 47    
συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον, Τί ποιοῦμεν, ὅτι οὗτος ἄνϑρωπος πολλὰ ποιεῖ σημεῖα;
Verse: 48    
ἐὰν ἀϕῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ ῾Ρωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔϑνος.
Verse: 49    
εἷς δέ τις ἐξ αὐτῶν Καϊάϕας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς, ῾Υμεῖς οὐκ οἴδατε οὐδέν,
Verse: 50    
οὐδὲ λογίζεσϑε ὅτι συμϕέρει ὑμῖν ἵνα εἷς ἄνϑρωπος ἀποϑάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔϑνος ἀπόληται.
Verse: 51    
τοῦτο δὲ ἀϕ' ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ἐπροϕήτευσεν ὅτι ἔμελλεν ᾽Ιησοῦς ἀποϑνῄσκειν ὑπὲρ τοῦ ἔϑνους,
Verse: 52    
καὶ οὐχ ὑπὲρ τοῦ ἔϑνους μόνον ἀλλ' ἵνα καὶ τὰ τέκνα τοῦ ϑεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν.
Verse: 53    
ἀπ' ἐκείνης οὖν τῆς ἡμέρας ἐβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν.
Verse: 54    
῾Ο οὖν ᾽Ιησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς ᾽Ιουδαίοις, ἀλλὰ ἀπῆλϑεν ἐκεῖϑεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς ᾽Εϕραὶμ λεγομένην πόλιν, κἀκεῖ διέτριβεν μετὰ τῶν μαϑητῶν.
Verse: 55    
῏Ην δὲ ἐγγὺς τὸ πάσχα τῶν ᾽Ιουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς ῾Ιεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς.
Verse: 56    
ἐζήτουν οὖν τὸν ᾽Ιησοῦν καὶ ἔλεγον μετ' ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες, Τί δοκεῖ ὑμῖν; ὅτι οὐ μὴ ἔλϑῃ εἰς τὴν ἑορτήν;
Verse: 57    
δεδώκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολὴν ἵνα ἐάν τις γνῷ ποῦ ἐστιν μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.