TITUS
Novum Testamentum graece
Part No. 83
Previous part

Chapter: 15 
Verse: 1    ᾽Εγώ εἰμι ἄμπελος ἀληϑινή, καὶ πατήρ μου γεωργός ἐστιν.
Verse: 2    
πᾶν κλῆμα ἐν ἐμοὶ μὴ ϕέρον καρπόν, αἴρει αὐτό, καὶ πᾶν τὸ καρπὸν ϕέρον καϑαίρει αὐτὸ ἵνα καρπὸν πλείονα ϕέρῃ.
Verse: 3    
ἤδη ὑμεῖς καϑαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν·
Verse: 4    
μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. καϑὼς τὸ κλῆμα οὐ δύναται καρπὸν ϕέρειν ἀϕ' ἑαυτοῦ ἐὰν μὴ μένῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ μένητε.
Verse: 5    
ἐγώ εἰμι ἄμπελος, ὑμεῖς τὰ κλήματα. μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ οὗτος ϕέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασϑε ποιεῖν οὐδέν.
Verse: 6    
ἐὰν μή τις μένῃ ἐν ἐμοί, ἐβλήϑη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνϑη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσιν καὶ καίεται.
Verse: 7    
ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ἐὰν ϑέλητε αἰτήσασϑε καὶ γενήσεται ὑμῖν.
Verse: 8    
ἐν τούτῳ ἐδοξάσϑη πατήρ μου, ἵνα καρπὸν πολὺν ϕέρητε καὶ γένησϑε ἐμοὶ μαϑηταί.
Verse: 9    
καϑὼς ἠγάπησέν με πατήρ, κἀγὼ ὑμᾶς ἠγάπησα· μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ.
Verse: 10    
ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καϑὼς ἐγὼ τὰς ἐντολὰς τοῦ πατρός μου τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ.
Verse: 11    
Ταῦτα λελάληκα ὑμῖν ἵνα χαρὰ ἐμὴ ἐν ὑμῖν καὶ χαρὰ ὑμῶν πληρωϑῇ.
Verse: 12    
αὕτη ἐστὶν ἐντολὴ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους καϑὼς ἠγάπησα ὑμᾶς·
Verse: 13    
μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ ϑῇ ὑπὲρ τῶν ϕίλων αὐτοῦ.
Verse: 14    
ὑμεῖς ϕίλοι μού ἐστε ἐὰν ποιῆτε ἐγὼ ἐντέλλομαι ὑμῖν.
Verse: 15    
οὐκέτι λέγω ὑμᾶς δούλους, ὅτι δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ κύριος· ὑμᾶς δὲ εἴρηκα ϕίλους, ὅτι πάντα ἤκουσα παρὰ τοῦ πατρός μου ἐγνώρισα ὑμῖν.
Verse: 16    
οὐχ ὑμεῖς με ἐξελέξασϑε, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς καὶ ἔϑηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν ϕέρητε καὶ καρπὸς ὑμῶν μένῃ, ἵνα τι ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου δῷ ὑμῖν.
Verse: 17    
ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους.
Verse: 18    
Εἰ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν.
Verse: 19    
εἰ ἐκ τοῦ κόσμου ἦτε, κόσμος ἂν τὸ ἴδιον ἐϕίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς κόσμος.
Verse: 20    
μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν, Οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν.
Verse: 21    
ἀλλὰ ταῦτα πάντα ποιήσουσιν εἰς ὑμᾶς διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασιν τὸν πέμψαντά με.
Verse: 22    
εἰ μὴ ἦλϑον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ πρόϕασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν.
Verse: 23    
ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ.
Verse: 24    
εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς οὐδεὶς ἄλλος ἐποίησεν, ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τὸν πατέρα μου.
Verse: 25    
ἀλλ' ἵνα πληρωϑῇ λόγος ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος ὅτι ᾽Εμίσησάν με δωρεάν.
Verse: 26    
῞Οταν ἔλϑῃ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληϑείας παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ·
Verse: 27    
καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ' ἀρχῆς μετ' ἐμοῦ ἐστε.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.