TITUS
Novum Testamentum graece
Part No. 84
Previous part

Chapter: 16 
Verse: 1    Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισϑῆτε.
Verse: 2    
ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ' ἔρχεται ὥρα ἵνα πᾶς ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσϕέρειν τῷ ϑεῷ.
Verse: 3    
καὶ ταῦτα ποιήσουσιν ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ.
Verse: 4    
ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλϑῃ ὥρα αὐτῶν μνημονεύητε αὐτῶν ὅτι ἐγὼ εἶπον ὑμῖν. Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεϑ' ὑμῶν ἤμην.
Verse: 5    
νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, Ποῦ ὑπάγεις;
Verse: 6    
ἀλλ' ὅτι ταῦτα λελάληκα ὑμῖν λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν.
Verse: 7    
ἀλλ' ἐγὼ τὴν ἀλήϑειαν λέγω ὑμῖν, συμϕέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλϑω. ἐὰν γὰρ μὴ ἀπέλϑω, παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς· ἐὰν δὲ πορευϑῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς.
Verse: 8    
καὶ ἐλϑὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως·
Verse: 9    
περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ·
Verse: 10    
περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν πατέρα ὑπάγω καὶ οὐκέτι ϑεωρεῖτέ με·
Verse: 11    
περὶ δὲ κρίσεως, ὅτι ἄρχων τοῦ κόσμου τούτου κέκριται.
Verse: 12    
῎Ετι πολλὰ ἔχω ὑμῖν λέγειν, ἀλλ' οὐ δύνασϑε βαστάζειν ἄρτι·
Verse: 13    
ὅταν δὲ ἔλϑῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληϑείας, ὁδηγήσει ὑμᾶς ἐν τῇ ἀληϑείᾳ πάσῃ· οὐ γὰρ λαλήσει ἀϕ' ἑαυτοῦ, ἀλλ' ὅσα ἀκούσει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν.
Verse: 14    
ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεται καὶ ἀναγγελεῖ ὑμῖν.
Verse: 15    
πάντα ὅσα ἔχει πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν.
Verse: 16    
Μικρὸν καὶ οὐκέτι ϑεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσϑέ με.
Verse: 17    
εἶπαν οὖν ἐκ τῶν μαϑητῶν αὐτοῦ πρὸς ἀλλήλους, Τί ἐστιν τοῦτο λέγει ἡμῖν, Μικρὸν καὶ οὐ ϑεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσϑέ με; καί, ῞Οτι ὑπάγω πρὸς τὸν πατέρα;
Verse: 18    
ἔλεγον οὖν, Τί ἐστιν τοῦτο [ὃ λέγει], τὸ μικρόν; οὐκ οἴδαμεν τί λαλεῖ.
Verse: 19    
ἔγνω [ὁ] ᾽Ιησοῦς ὅτι ἤϑελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς, Περὶ τούτου ζητεῖτε μετ' ἀλλήλων ὅτι εἶπον, Μικρὸν καὶ οὐ ϑεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσϑέ με;
Verse: 20    
ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ ϑρηνήσετε ὑμεῖς, δὲ κόσμος χαρήσεται· ὑμεῖς λυπηϑήσεσϑε, ἀλλ' λύπη ὑμῶν εἰς χαρὰν γενήσεται.
Verse: 21    
γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλϑεν ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς ϑλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήϑη ἄνϑρωπος εἰς τὸν κόσμον.
Verse: 22    
καὶ ὑμεῖς οὖν νῦν μὲν λύπην ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀϕ' ὑμῶν.
Verse: 23    
καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν. ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἄν τι αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου δώσει ὑμῖν.
Verse: 24    
ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήμψεσϑε, ἵνα χαρὰ ὑμῶν πεπληρωμένη.
Verse: 25    
Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς ἀπαγγελῶ ὑμῖν.
Verse: 26    
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσϑε, καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν·
Verse: 27    
αὐτὸς γὰρ πατὴρ ϕιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεϕιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ [τοῦ] ϑεοῦ ἐξῆλϑον.
Verse: 28    
ἐξῆλϑον παρὰ τοῦ πατρὸς καὶ ἐλήλυϑα εἰς τὸν κόσμον· πάλιν ἀϕίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα.
Verse: 29    
Λέγουσιν οἱ μαϑηταὶ αὐτοῦ, ῎Ιδε νῦν ἐν παρρησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις.
Verse: 30    
νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ· ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ ϑεοῦ ἐξῆλϑες.
Verse: 31    
ἀπεκρίϑη αὐτοῖς ᾽Ιησοῦς, ῎Αρτι πιστεύετε;
Verse: 32    
ἰδοὺ ἔρχεται ὥρα καὶ ἐλήλυϑεν ἵνα σκορπισϑῆτε ἕκαστος εἰς τὰ ἴδια κἀμὲ μόνον ἀϕῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι πατὴρ μετ' ἐμοῦ ἐστιν.
Verse: 33    
ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε· ἐν τῷ κόσμῳ ϑλῖψιν ἔχετε, ἀλλὰ ϑαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.